BGB(i)
5 Ἀπεκρίθησαν αὐτῷ “Ἰησοῦν τὸν Ναζωραῖον.” Λέγει αὐτοῖς “Ἐγώ εἰμι.” Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. 6 ὡς οὖν εἶπεν αὐτοῖς “Ἐγώ εἰμι,” ἀπῆλθον* εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 7 Πάλιν οὖν ἐπηρώτησεν αὐτούς “Τίνα ζητεῖτε;” Οἱ δὲ εἶπαν “Ἰησοῦν τὸν Ναζωραῖον.” 8 Ἀπεκρίθη Ἰησοῦς “Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·” 9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι “Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.” 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ “Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;” 12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν,