John 13:8-10

BGB(i) 8 Λέγει αὐτῷ Πέτρος “Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.” Ἀπεκρίθη Ἰησοῦς αὐτῷ “Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.” 9 Λέγει αὐτῷ Σίμων Πέτρος “Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.” 10 Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς “Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.”