BGB(i)
3 Ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν· 4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. 5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει “Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, Σῶμα δὲ κατηρτίσω μοι· 6 Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας Οὐκ εὐδόκησας. 7 Τότε εἶπον ‘Ἰδοὺ ἥκω, Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, Τοῦ ποιῆσαι ὁ Θεός, τὸ θέλημά σου.’”