Acts 2:25-27

BGB(i) 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν ‘Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. 26 διὰ τοῦτο ηὐφράνθη μου ⇔ «ἡ καρδία» καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι, 27 ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.