Psalms 42:1 Cross References - Brenton_Greek

1 Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.
Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέ ὁ Θεός.

Numbers 16:1

1 Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ, καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ Ἑλιὰβ, καὶ Αὔν υἱὸς Φαλὲθ υἱοῦ Ῥουβήν·

Numbers 16:32

32 Καὶ ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ, καὶ τὰ κτήνη αὐτῶν.

Numbers 26:11

11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.

1 Chronicles 6:33-37

33 Καὶ οὗτοι οἱ ἑστηκότες, καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καὰθ, Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωὴλ, υἱοῦ Σαμουὴλ, 34 υἱοῦ Ἑλκανὰ, υἱοῦ Ἱεροβοὰμ υἱοῦ Ἐλιὴλ, υἱοῦ Θοοὺ, 35 υἱοῦ Σοὺφ, υἱοῦ Ἑλκανὰ, υἱοῦ Μαὰθ, υἱοῦ Ἀμαθὶ, 36 υἱοῦ Ἑλκανὰ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρία, υἱοῦ Σαφανία, 37 υἱοῦ Θαὰθ, υἱοῦ Ἀσὴρ, υἱοῦ Ἀβιασὰφ, υἱοῦ Κορὲ,

1 Chronicles 25:1-5

1 Καὶ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·
2 Υἱοὶ Ἀσάφ, Σακχοὺρ, Ἰωσὴφ, καὶ Ναθανίας, καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.
3 Τῷ Ἰδιθοὺν, υἱοὶ Ἰδιθοὺν, Γοδολίας, καὶ Σουρὶ, καὶ Ἰσέας, καὶ Ἀσαβίας, καὶ Ματθαθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.
4 Τῷ Αἰμὰν, υἱοὶ Αἰμὰν, Βουκίας, καὶ Ματθανίας, καὶ Ὀζιὴλ, καὶ Σουβαὴλ, καὶ Ἰεριμὼθ, καὶ Ἀνανίας, καὶ Ἀνὰν, καὶ Ἑλιαθὰ, καὶ Γοδολλαθὶ, καὶ Ῥωμετθιέζερ, καὶ Ἰεσβασακὰ, καὶ Μαλλιθὶ, καὶ Ὠθηρὶ, καὶ Μεαζώθ. 5 Πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ, ὑψῶσαι κέρας· καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς.

Psalms 44:1

1 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός.
Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.

Psalms 45:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Psalms 46:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων ψαλμός.
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.

Psalms 47:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.
Παντὰ τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

Psalms 48:1

1 Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρα σαββάτου.
Μεγὰς Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ.

Psalms 49:1

1 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,

Psalms 63:1-2

1 Ψαλμὸς τῷ Δαυὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας.
Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, 2 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.

Psalms 84:1-2

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ ψαλμός.
Ὡσ ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων. 2 Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.

Psalms 85:1

1 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.
Εὐδόκησασ Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.

Psalms 119:131

131 Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.

Psalms 143:6-7

6 Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· διάψαλμα.
7 Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Isaiah 26:8-9

8 Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ, 9 ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν· ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρὸς σὲ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς· δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.