Isaiah 33:1 Cross References - Brenton_Greek

1 Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφʼ ἱματίου, οὕτως ἡττηθήσονται.

Judges 1:7

7 Καὶ εἶπεν Ἀδωνιβεζέκ, ἑβδομήκοντα βασιλεῖς, τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός· καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.

2 Kings 18:13-17

13 Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἐζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς, καὶ συνέλαβεν αὐτάς. 14 Καὶ ἀπέστειλεν Ἐζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχὶς, λέγων, ἡμάρτηκα, ἀποστράφηθι ἀπʼ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπʼ ἐμέ, βαστάσω· καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἐζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου, καὶ τριάκοντα τάλαντα χρυσίου. 15 Καὶ ἔδωκεν Ἐζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως. 16 Ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἐζεκίας τὰς θύρας ναοῦ, καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Ἐζεκίας ὁ βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων.
17 Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Θαρθὰν καὶ τὸν Ῥαφὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα Ἐζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἱερουσαλήμ· καὶ ἀνέβησαν καὶ ἧλθον εὶς Ἱερουσαλὴμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

2 Chronicles 28:16-21

16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ καὶ ἐν τούτῳ, 17 ὅτι οἱ Ἰδουμαῖοι ἐπέθεντο, καὶ ἐπάταξαν ἐν Ἰούδᾳ, καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν. 18 Καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς, καὶ ἀπὸ λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσαμὺς, καὶ τὰ ἐν οἴκῳ Κυρίον, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκαν τῷ βασιλεῖ τὴν Ἀϊλὼν, καὶ τὴν Γαληρὼ, καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Γαμζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ. 19 Ὅτι ἐταπείνωσε Κύριος τὸν Ἰούδαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. 20 Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν. 21 Καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσοὺρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν,

Isaiah 10:5-6

5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. 6 Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.

Isaiah 10:12

12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπι τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

Isaiah 17:14

14 Πρὸς ἑσπέραν καὶ ἔσται πένθος, πρὶν ἢ πρωῒ, καὶ οὐκ ἔσται· αὕτη ἡ μερὶς τῶν προνομευσάντων ὑμᾶς, καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.

Isaiah 21:2

2 τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι· ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ· ἐπʼ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται· νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.

Isaiah 24:16

16 Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ· καὶ ἐροῦσιν, οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον.

Isaiah 37:36-38

36 Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ἀναστάντες τοπρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. 37 Καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῇ. 38 Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Jeremiah 25:12-14

12 Καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον, 13 καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατʼ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
14

Obadiah 1:10-16

10 Διὰ τὴν σφαγὴν, καὶ τὴν ἀσέβειαν ἀδελφόν σου Ἰακὼβ, καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ʼ11 Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
12 Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, 13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, 14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, ἐξολοθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως.
15 Διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. 16 Διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.

Habakkuk 2:5-8

5 Ὁ δὲ κατοιόμενος, καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζών, οὐθὲν μὴ περάνῃ· ὃς ἐπλάτυνε καθὼς ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει ἐπʼ αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς. 6 Οὐχὶ ταῦτα πάντα κατʼ αὐτοῦ παραβολὴν λήψονται, καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν, οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. 7 Ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, 8 διότι ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί πάντες οἱ ὑπολελειμμένοι λαοὶ, διʼ αἵματα ἀνθρώπων, καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.

Zechariah 14:1-3

1 Ἰδοὺ ἡμέραι ἔρχονται Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· 2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.
3 Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.