John 6:33-58

SBLGNT(i) 33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. 35 ⸀Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ⸀ἐμὲ οὐ μὴ ⸀διψήσει πώποτε. 36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ⸀με οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα ⸀ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός ⸀με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω ⸀αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο ⸀γάρ ἐστιν τὸ θέλημα τοῦ ⸂πατρός μου⸃ ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ⸀ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· ⸀Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς ⸀νῦν ⸀λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 ⸀ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός ⸀με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· ⸀πᾶς ὁ ⸀ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ⸀ἐμέ. 46 οὐχ ὅτι τὸν πατέρα ⸂ἑώρακέν τις⸃ εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ⸀πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγον ⸂ἐν τῇ ἐρήμῳ τὸ μάννα⸃ καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ⸀ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ⸀ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. 52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα ⸀αὐτοῦ φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου ⸀ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ⸁ἀληθής ἐστι πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ⸀ζήσει δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ⸀ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ ⸀πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ⸀ζήσει εἰς τὸν αἰῶνα.
SBL Greek NT Apparatus

35 Εἶπεν WH Treg NA ] + οὖν NIV; + δὲ RP • ἐμὲ WH Treg NIV ] με RP • διψήσει WH Treg NIV ] διψήσῃ RP
37 με WH Treg RP ] ἐμὲ NIV
38 ἀπὸ WH Treg NIV ] ἐκ RP
39 με WH Treg NIV ] + πατρός RP • αὐτὸ WH Treg RP ] + ἐν NIV
40 γάρ WH Treg NIV ] δέ RP • πατρός μου WH Treg NIV ] πέμψαντός με RP • ἐγὼ WH Treg RP ] + ἐν NIV
42 Οὐχ NIV RP ] Οὐχὶ WH Treg • νῦν WH Treg NIV ] οὖν RP • λέγει WH Treg NIV ] + οὗτος RP
43 ἀπεκρίθη WH Treg NIV ] + οὖν ὁ RP
44 με WH Treg NIV ] ἐμέ RP
45 πᾶς WH Treg NIV ] + οὖν RP • ἀκούσας WH Treg NIV ] ἀκούων RP • ἐμέ WH Treg NIV ] με RP
46 ἑώρακέν τις WH Treg NIV ] τις ἑώρακεν RP
47 πιστεύων WH NIV ] + εἰς ἐμέ Treg RP
49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NIV ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
51 ζήσει WH NIV ] ζήσεται Treg RP • ἐστιν WH Treg NIV ] + ἣν ἐγὼ δώσω RP
52 αὐτοῦ WH NIV ] – Treg RP
55 ⸀ἀληθής WH Treg NIV ] ἀληθῶς RP • ⸁ἀληθής WH Treg NIV ] ἀληθῶς RP
57 ζήσει WH Treg NIV ] ζήσεται RP
58 ἐξ WH Treg NIV ] ἐκ τοῦ RP • πατέρες WH Treg NA ] + ὑμῶν τὸ μάννα NIV RP • ζήσει WH Treg NIV ] ζήσεται RP