Lamentations 3:17-23

Brenton_Greek(i) 17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου· 18 ἐπελαθόμην ἀγαθά. Καὶ ἀπώλετο νῖκός μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου.
19 ΖΑΙΝ. Ἐμνήσθην ἀπὸ πτωχείας μου, καὶ ἐκ διωγμοῦ πικρία καὶ χολῆς μου 20 μνησθήσεται, καὶ καταδολεσχήσει ἐπʼ ἐμὲ ἡ ψυχή μου. 21 Ταύτην τάξω εἰς τὴν καρδίαν μου, διατοῦτο ὑπομενῶ.
22 ΗΘ. Τὰ ἐλέη Κυρίου, ὅτι οὐκ ἐξέλιπέ με, ὅτι οὐσυνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ· μῆνας εἰς τὰς πρωΐας ἐλέησον Κύριε, ὅτι οὐ συνετελέσθημεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ. 23 Καινὰ εἰς τὰς πρωΐας, πολλὴ ἡ πίστις σου.