Joshua 14:12-15

Brenton_Greek(i) 12 Καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· νῦν δὲ οἱ Ἐνακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετʼ ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτοὺς, ὃν τρόπον εἰπέ μοι Κύριος.
13 Καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ. 14 Διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ Ἰεφονὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ Ἰσραήλ. 15 Τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τοπρότερον πόλις Ἀρβὸβ, μητρόπολις τῶν Ἐνακὶμ αὕτη· καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.