Joshua 13:24-33

Brenton_Greek(i) 24 Ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν. 25 Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ· πᾶσαι πόλεις Γαλαὰδ, καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμῶν ἕως Ἄραβα, ἥ ἐστι κατὰ πρόσωπον Ἀράδ. 26 Καὶ ἀπὸ Ἐσεβὼν ἕως Ἀραβὼθ κατὰ τὴν Μασσηφὰ, καὶ Βοτανὶμ, καὶ Μαὰν ἕως τῶν ὁρίων Δαιβὼν, 27 καὶ Ἐναδὼμ καὶ Ὀθαργαῒ καὶ Βαινθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἐσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ Ἰορδάνου ἀπʼ ἀνατολῶν. 28 Αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν καὶ κατὰ πόλεις αὐτῶν· κατὰ δήμους αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθη κατὰ δήμοθς αὐτῶν αἱ πόλεις αὐτῶν, καὶ αἱ ἐπαύλεις αὐτῶν.
29 Καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν. 30 Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαὰν καὶ πᾶσα βασιλεία Βασὰν, καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν, καὶ πάσας τὰς κώμας Ἰαῒρ, αἵ εἰσιν ἐν τῇ Βασανίτιδι, ἑξήκοντα πόλεις. 31 Καὶ τὸ ἥμισυ τῆς Γαλαάδ· καὶ ἐν Ἀσταρὼθ, καὶ ἐν Ἐδραῒν, πόλεις βασιλείας Ὢγ ἐν τῇ Βασανίτιδι, τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχὶρ υἱοῖς Μανασσῆ, κατὰ δήμους αὐτῶν. 32 Οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ Ἰορδάνου ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπʼ ἀνατολῶν. 33