Jeremiah 12:1-2

Brenton_Greek(i) 1 Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; 2 Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπὸν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.