Isaiah 63:11-14

Brenton_Greek(i) 11 Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων· ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων; ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; 12 ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον. 13 Ἤγαγεν αὐτοὺς δι’τῆς ἀβύσσου, ὡς ἵππον διʼ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, 14 καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἥγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης.