Genesis 11:27-31

Brenton_Greek(i) 27 Αὗται δὲ αἱ γενέσεις Θάῤῥα· Θάῤῥα ἐγέννησε τὸν Ἅβραμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάν, καὶ Ἀῤῥὰν ἐγέννησε τὸν Λώτ. 28 Καὶ ἀπέθανεν Ἀῤῥὰν ἐνώπιον Θάῤῥα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. 29 Καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ, Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ, Μελχὰ, θυγάτηρ Ἀῤῥάν· καὶ πατὴρ Μελχὰ, καὶ πατὴρ Ἰεσχά. 30 Καὶ ἦν Σάρα στεῖρα, καὶ οὐκ ἐτεκνοποίει. 31 Καὶ ἔλαβε Θάῤῥα τὸν Ἅβραμ υἱὸν αὐτοῦ, καὶ τὸν Λὼτ υἱὸν Ἀῤῥὰν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν Χαναάν· καὶ ἦλθον ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ.