Ezekiel 28:14-16

Brenton_Greek(i) 14 Ἀφʼ ἧς ἡμέρας ἐκτίσθης σύ μετὰ τοῦ Χεροὺβ, ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων. 15 Ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφʼ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.
16 Ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ· καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων.