1 Chronicles 11:10-47

Brenton_Greek(i) 10 Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυὶδ, οἱ κατισχύοντες μετʼ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ, τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ·
11 Καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβαδὰ υἱὸς Ἀχαμὰν πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. 12 Καὶ μετʼ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαῒ ὁ Ἀχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς. 13 Οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομὶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων. 14 Καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος, καὶ ἔσωσεν αὐτὴν, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.
15 Καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλὰμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων. 16 Καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 17 Καὶ ἐπεθύμησε Δαυὶδ, καὶ εἶπε, τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; 18 Καὶ διέῤῥηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων· καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ· καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ, καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ, καὶ εἶπεν, 19 ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό· ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
20 Καὶ Ἀβισὰ ἀδελφὸς Ἰωὰβ, οὗτος ἦν ἄρχων τῶν τριῶν· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν. 21 Ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
22 Καὶ Βαναία υἱὸς Ἰωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ, καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος. 23 Καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων· καὶ κατέβη ἐπʼ αὐτὸν Βαναία ἐν ῥάβδῳ, καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 24 Ταῦτα ἐποίησε Βαναία υἱὸς Ἰωδαὲ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς. 25 Ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
26 Καὶ δυνατοὶ τῶν δυνάμεων, Ἀσαὴλ ἀδελφὸς Ἰωὰβ, Ἐλεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεὲμ, 27 Σαμμὼθ ὁ Ἀρωρὶ, Χελλὴς ὁ Φελωνὶ, 28 Ὡρὰ υἱὸς Ἐκκὶς ὁ Θεκωί, Ἀβιέζερ ὁ Ἀναθωθὶ, 29 Σοβοχαὶ ὁ Οὐσωθὶ, Ἠλὶ ὁ Ἀχωνὶ, 30 Μαραῒ ὁ Νετωφαθὶ, Χθαὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθὶ, 31 Αἰρὶ υἱὸς Ῥεβιὲ ἐκ βουνοῦ Βενιαμὶν, Βαναίας ὁ Φαραθωνὶ, 32 Οὐρὶ ἐκ Ναχαλὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθὶ, 33 Ἀζμὼν ὁ Βαρωμὶ, Ἐλιαβὰ ὁ Σαλαβωνὶ, 34 υἱὸς Ἀσὰμ τοῦ Γιζωνίτου, Ἰωνάθαν υἱὸς Σωλὰ ὁ Ἀραρὶ, 35 Ἀχὶμ υἱὸς Ἀχὰρ ὁ Ἀραρὶ, Ἐλφὰτ υἱὸς Θυροφὰρ 36 ὁ Μεχωραθρὶ, Ἀχία ὁ Φελλωνὶ, 37 Ἠσερὲ ὁ Χαρμαδαῒ, Νααραὶ υἱὸς Ἀζοβαὶ, 38 Ἰωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς Ἀγαρὶ, 39 Σελὴ ὁ Ἀμμωνὶ, Ναχὼρ ὁ Βηρωθὶ, αἴρων σκεύη υἱῷ Σαρουία, 40 Ἰρὰ ὁ Ἰεθρὶ, Γαρὴβ ὁ Ἰεθρὶ, 41 Οὐρία ὁ Χεττὶ, Ζαβὲτ υἱὸς Ἀχαϊὰ, 42 Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων, καὶ ἐπʼ αὐτῷ τριάκοντα, 43 Ἀνὰν υἱὸς Μοωχὰ, καὶ Ἰωσαφὰτ ὁ Ματθανί, 44 Ὀζία ὁ Ἀσταρωθὶ, Σαμαθὰ καὶ Ἰεϊὴλ υἱοὶ Χωθὰμ τοῦ Ἀραρὶ, 45 Ἰεδιὴλ υἱὸς Σαμερὶ, καὶ Ἰωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαῒ, 46 Ἐλιὴλ ὁ Μαωὶ, καὶ Ἰαριβὶ, καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλλαὰμ, καὶ Ἰεθαμὰ ὁ Μωαβίτης, 47 Δαλιὴλ, καὶ Ὠβὴδ, καὶ Ἰεσσιὴλ ὁ Μεσωβία.