Zechariah Cross References - Brenton_Greek

1 ἘΝ τῷ ὀγδόῳ μηνὶ, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων,
2 Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην· 3 καὶ ἐρεῖς πρὸς αὐτοῦς, τάδε λέγει Κύριος παντοκράτωρ, ἐπιστρέψατε πρὸς μὲ, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων. 4 Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες, τάδε λέγει Κύριος παντοκράτωρ, ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν· καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.
5 Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; 6 Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν· καὶ ἀπεκρίθησαν, καὶ εἶπαν, καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.
7 Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνὶ, οὗτός ἐστιν ὁ μὴν Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων,
8 Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυῤῥόν, καὶ οὗτος εἱστήκει ἀναμέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ, καὶ ψαροὶ, καὶ ποικίλοι, καὶ λευκοί. 9 Καὶ εἶπα, τί οὗτοι, κύριε; καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. 10 Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀναμέσον τῶν ὀρέων, καὶ εἶπε πρὸς μὲ, οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος, περιοδεῦσαι τὴν γῆν. 11 Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀναμέσον τῶν ὀρέων καὶ εἶπον, περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται, καὶ ἠσυχάζει.
12 Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου, καὶ εἶπε· Κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες, τοῦτο ἑβδομηκοστὸν ἔτος; 13 Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ, ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. 14 Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἀνάκραγε λέγων,
Τάδε λέγει Κύριος παντοκράτωρ, ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, 15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 16 Διατοῦτο τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι· 17 καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἔτι ἀνάκραγε λέγων, τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν, καὶ αἱρετιεῖ τὴν Ἱερουσαλήμ.
18 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον καὶ ἰδοὺ τέσσαρα κέρατα. 19 Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα Κύριε; καὶ εἶπε πρὸς μὲ, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν, καὶ τὸν Ἰσραὴλ, καὶ Ἱερουσαλήμ. 20 Καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. 21 Καὶ εἶπα, τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδα καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν, τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν.

Ezra 4:24-5:1

24 Τότε ἤργησε τὸ ἔργον οἴκου τοῦ Θεοῦ τὸ ἐν Ἱερουσαλήμ· καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου βασιλέως Περσῶν.

Ezra 6:14-15

14 Καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ Ἀγγαίου τοῦ προφήτου, καὶ Ζαχαρίου υἱοῦ Ἀδδὼ· καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης Θεοῦ Ἰσραὴλ, καὶ ἀπὸ γνώμης Κύρου, καὶ Δαρείου, καὶ Ἀρθασασθὰ βασιλέων Περσῶν.
15 Καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδάρ, ὅ ἐστιν ἔτος ἕκτον τῆς βασιλείας Δαρείου τοῦ βασιλέως.

Nehemiah 12:4

4

Nehemiah 12:16

16 Τῷ Ἀδαδαῒ, Ζαχαρία· τῷ Γαναθὼθ, Μοσολάμ·

Haggai 1:1

1 ἘΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων, εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, λέγων,

Haggai 1:15-2:1

15 Publisher’s note: In Brenton’s original edition of the Greek text this verse is the start of a new paragraph at the beginning of the next chapter. This has been changed in this edition to match the English translation.τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου, τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως.

Haggai 2:10

10 11 Τετράδι καὶ εἰκάδι τοῦ ἐννάτου μηνὸς, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην, λέγων,

Haggai 2:20

20 21 Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν προφήτην, τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, λέγων,

Zechariah 1:7

7 Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνὶ, οὗτός ἐστιν ὁ μὴν Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων,

Zechariah 7:1

1 Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐννάτου, ὅς ἐστι Χασελεῦ.

2 Kings 22:16-17

16 τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, 17 ἀνθʼ ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται.

2 Kings 22:19

19 ἀνθʼ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.

2 Kings 23:26

26 Πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.

2 Chronicles 36:13-20

13 ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ ἀθετῆσαι, ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ Θεοῦ, καὶ ἐσκλήρυνε τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσε, τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον Θεὸν Ἰσραήλ. 14 Καὶ πάντες οἱ ἔνδοξοι Ἰούδα, καὶ οἱ ἱερεῖς, καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν, καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ. 15 Καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ, καὶ τοῦ ἁγιάσματος αὐτοῦ. 16 Καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ, καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.
17 Καὶ ἤγαγεν ἐπʼ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν. 18 Καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τά μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.
19 Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ κατέσκαψε τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν. 20 Καὶ ἀπῴκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων,

Ezra 9:6-7

6 Καὶ εἶπα, Κύριε, ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι, Θεέ μου, τὸ πρόσωπόν μου πρὸς σὲ, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν, καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς τὸν οὐρανόν. 7 Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.

Ezra 9:13

13 Καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφʼ ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ, ὅτι οὐκ ἔστιν ὡς ὁ Θεὸς ἡμῶν, ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας, καὶ ἔδωκας ἡμῖν σωτηρίαν.

Nehemiah 9:26-27

26 Καὶ ἤλλαξαν, καὶ ἀπέστησαν ἀπὸ σοῦ, καὶ ἔῤῥιψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν· καὶ τοὺς προφήτας σου ἀπέκτειναν, οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σὲ· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους. 27 Καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτοὺς· καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας, καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας, καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς.

Psalms 60:1

1 Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυὶδ εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.
Ὁ Θεὸς ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ οἰκτείρησας ἡμᾶς.

Psalms 79:5-6

5 Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; 6 Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.

Jeremiah 44:6

6 Καὶ ἔσταξεν ἡ ὀργή μου, καὶ ὁ θυμός μου, καὶ ἐξεκαύθη ἐν πύλαις Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη.

Lamentations 1:12-15

12 ΛΑΜΕΔ. Οἱ πρὸς ὑμᾶς πάντες παραπορευόμενοι ὁδὸν, ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγενήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέ με Κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.
13 ΜΗΜ. Ἐξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὰ ὀπίσω· ἔδωκέ με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὠδυνωμένην.
14 ΝΟΥΝ. Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου, ἐν χερσί μου συνεπλάκησαν· ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου· ὅτι ἔδωκε Κύριος ἐν χερσί μου ὀδύνας, οὐ δυνήσομαι στῆναι.
15 ΣΑΜΕΧ. Ἐξῆρε πάντας τοὺς ἰσχυρούς μου ὁ Κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπʼ ἐμὲ καιρὸν τοῦ συντρίψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα· ἐπὶ τούτοις ἐγὼ κλαίω.

Lamentations 2:3-5

3 ΦΙΜΕΛ. Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραὴλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ, καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ.
4 ΔΑΛΕΘ. Ἐνέτεινε τόξον αὐτοῦ ὡς ἐχθρὸς ὑπεωνατίος, ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος, καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιὼν, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
5 Η. Ἐγενήθη Κύριος ὡς ἐχθρὸς, κατεπόντισεν Ἰσραὴλ, κατεπόντισε τὰς βάρεις αὐτῆς, διέφθειρε τὰ ὀχυρώματα αὐτοῦ, καὶ ἐπλήθυνε τῇ θυγατρὶ Ἰούδα ταπεινουμένην καὶ τεταπεινωμένην.

Lamentations 3:42-45

42 Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.
43 ΣΑΜΕΧ. Ἐπεσκέπασας ἐν θυμῷ, καὶ ἀπεδίωξας ἡμᾶς, ἀπέκτεινας, οὐκ ἐφείσω. 44 Ἐπεσκέπασας νεφέλην σεαυτῷ ἕνεκεν προσευχῆς, 45 καμμύσαι με καὶ ἀπωσθῆναι. ΑΙΝ. Ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.

Lamentations 5:7

7 Οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάραχουσιν, ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.

Ezekiel 22:31

31 Καὶ ἐξέχεα ἐπʼ αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου, τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος.

Daniel 9:11-12

11 Καὶ πᾶς Ἰσραὴλ παρέβησαν τὸν νόμον σου, καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου· καὶ ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ κατάρα, καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ. 12 Καὶ ἔστησε τοὺς λόγους αὐτοῦ οὓς ἐλάλησεν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, οἳ ἔκρινον ἡμᾶς, ἐπαγαγεῖν ἐφʼ ἡμᾶς κακὰ μεγάλα, οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἱερουσαλὴμ,

Zephaniah 2:1-3

1 Συνάχθητε, καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον, 2 πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου. 3 Ζητήσατε τὸν Κύριον πάντες ταπεινοὶ γῆς, κρίμα ἐργάζεσθε, καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνασθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.

Deuteronomy 4:30-31

30 καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου. 30 Καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπʼ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ. 31 Ὅτι Θεὸς οἰκτίρμων Κύριος ὁ Θεός σου· οὐκ ἐγκαταλείψει σε, οὐδὲ μὴ ἐκτρίψει σε· οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς Κύριος.

Deuteronomy 30:2-10

2 καὶ ἐπιστραφήσῃ ἐπὶ Κύριον τὸν Θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, 3 καὶ ἰάσεται Κύριος τὰς ἁμαρτίας σου, καὶ ἐλεήσει σε, καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέ σε Κύριος ἐκεῖ. 4 Ἐὰν ᾖ ἡ διασπορά σου ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε Κύριος ὁ Θεός σου, καὶ ἐκεῖθεν λήψεταί σε Κύριος ὁ Θεός σου. 5 Καὶ εἰσάξει σε ὁ Θεός σου ἐκεῖθεν εἰς τὴν γῆν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει, καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου. 6 Καὶ περικαθαριεῖ Κύριος τὴν καρδίαν σου, καὶ τὴν καρδίαν τοῦ σπέρματός σου, ἀγαπᾶν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ.
7 Καὶ δώσει Κύριος ὁ Θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε. 8 Καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. 9 Καὶ πολυωρήσει σε Κύριος ὁ Θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, καὶ ἐν τοῖς γεννήμασι τῆς γῆς σου, ὅτι ἐπιστρέψει Κύριος ὁ Θεός σου εὐφρανθῆναι ἐπὶ σοὶ εἰς ἀγαθά, καθότι εὐφράνθη ἐπὶ τοῖς πατράσι σου· 10 Ἐὰν εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου· ἐὰν ἐπιστραφῇς ἐπὶ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου.

1 Kings 8:47-48

47 καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψουσιν ἐν γῇ μετοικίας αὐτῶν, καὶ δεηθῶσί σου, λέγοντες, ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, 48 καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν οὗ μετήγαγες αὐτοὺς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως ἧς ἐξελέξω, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,

2 Chronicles 15:4

4 Καὶ ἐπιστρέψει αὐτοὺς ἐπὶ Κύριον Θεὸν Ἰσραὴλ, καὶ εὑρεθήσεται αὐτοῖς.

2 Chronicles 30:6-9

6 Καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως, λέγοντες, οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ, 7 Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε. 8 Καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν, δότε δόξαν Κυρίῳ τῷ Θεῷ, καὶ εἰσέλθετε εἰς τὸ ἁγίασμα αὐτοῦ ὃ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀφʼ ὑμῶν θυμὸν ὀργῆς. 9 Ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον, οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτοὺς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτίρμων Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν, ἐάν ἐπιστρέψωμεν πρὸς αὐτόν.

Nehemiah 9:28

28 Καὶ ὡς ἀνεπαύσαντο, ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου· καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ κατῆρξαν ἐν αὐτοῖς· καὶ πάλιν ἀνεβόησαν πρὸς σὲ, καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας, καὶ ἐῤῥύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς.

Isaiah 31:6

6 Ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, υἱοὶ Ἰσραήλ.

Isaiah 55:6-7

6 Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε· ἡνίκα δʼ ἂν ἐγγίζη ὑμῖν, 7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.

Jeremiah 3:12-14

12 Πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βοῤῥᾶν, καὶ ἐρεῖς, ἐπιστράφηθι πρὸς μὲ ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος· καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. 13 Πλήν, γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας, καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος. 14 Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς, καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν,

Jeremiah 3:22

22 Ἐπιστράφητε, υἱοί ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.
Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι· ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.

Jeremiah 4:1

1 Ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει Κύριος, πρὸς μὲ, ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ,

Jeremiah 12:15

15 Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

Jeremiah 25:5

5 ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, ἀπʼ αἰῶνος καὶ ἕως αἰῶνος.

Jeremiah 29:12-14

12 Καὶ προσεύξασθε πρὸς μὲ, καὶ εἰσακούσομαι ὑμῶν. 13 Καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με· ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, 14 καὶ ἐπιφανοῦμαι ὑμῖν·

Jeremiah 31:18-20

18 Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου, ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην· ἐγώ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου. 19 Ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί με, ἐστέναξα ἐφʼ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. 20 Υἱὸς ἀγαπητὸς Ἐφραὶμ, ἐμοί παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διατοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτὸν, φησὶ Κύριος.

Jeremiah 35:15

15 Καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας, λέγων, ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν, καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν, καὶ οὐκ εἰσηκούσατε.

Lamentations 3:39-41

39 ΜΗΜ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
40 ΝΟΥΝ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψομεν ἕως Κυρίου. 41 Ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ.

Ezekiel 33:11

11 Εἰπὸν αὐτοῖς, ζῶ ἐγὼ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἱνατί ἀποθνήσκετε οἶκος Ἰσραήλ;

Hosea 6:1

1 Ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρὸς μὲ, λέγοντες, πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς,

Hosea 14:1

1 Ἐπιστράφηθι, Ἰσραὴλ πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου.

Hosea 14:4

4 Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀποστρέψω τὴν ὀργήν μου ἀπʼ αὐτοῦ.

Joel 2:12

12 Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν, ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ,

Micah 7:19-20

19 Ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἁμαρτίας ἡμῶν. 20 Δώσει εἰς ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεον τῷ Ἁβραὰμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν, κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.

Malachi 3:7

7 καὶ ὑμεῖς οἱ υἱοὶ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου, καὶ οὐκ ἐφυλάξασθε.
Ἐπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ· καὶ εἴπατε, ἐν τίνι ἐπιστρέψομεν;

2 Chronicles 24:19-22

19 Καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν· 20 Καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπε, τάδε λέγει Κύριος, τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς. 21 Καὶ ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν διʼ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. 22 Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ· καὶ ὡς ἀπέθνησκεν, εἶπεν, ἴδοι Κύριος καὶ κρινάτω.

2 Chronicles 29:6-10

6 Ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν, καὶ ἐγκατέλιπαν αὐτὸν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου, καὶ ἔδωκαν αὐχένα, 7 καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ Ἰσραήλ. 8 Καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν. 9 Καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν. 10 Ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν.

2 Chronicles 30:7

7 Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε.

2 Chronicles 34:21

21 πορεύθητε, ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου, τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.

2 Chronicles 36:15-16

15 Καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ, καὶ τοῦ ἁγιάσματος αὐτοῦ. 16 Καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ, καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.

Ezra 9:7

7 Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.

Nehemiah 9:16

16 Καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου,

Nehemiah 9:26

26 Καὶ ἤλλαξαν, καὶ ἀπέστησαν ἀπὸ σοῦ, καὶ ἔῤῥιψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν· καὶ τοὺς προφήτας σου ἀπέκτειναν, οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σὲ· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.

Nehemiah 9:30

30 Καὶ εἵλκυσας ἐπʼ αὐτοὺς ἔτη πολλὰ, καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου, καὶ οὐκ ἠνωτίσαντο, καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς.

Psalms 78:8

8 Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατηύθυνε ἐν τῇ καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.

Psalms 106:6-7

6 Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. 7 Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου· καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.

Isaiah 1:16-19

16 Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, 17 μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν.
18 Καὶ δεῦτε, διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. 19 Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.

Isaiah 30:9-11

9 Ὅτι ὁ λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· 10 οἱ λέγοντες τοῖς προφήταις, μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι, μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, 11 καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφʼ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφʼ ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ.

Jeremiah 3:12

12 Πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βοῤῥᾶν, καὶ ἐρεῖς, ἐπιστράφηθι πρὸς μὲ ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος· καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.

Jeremiah 6:16-17

16 Τάδε λέγει Κύριος, στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους· καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· Καὶ εἶπαν, οὐ πορευσόμεθα. 17 Καθέστακα ἐφʼ ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα.

Jeremiah 7:3-7

3 Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. 4 Μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.
5 Ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ, 6 καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν, 7 καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.

Jeremiah 11:6-8

6 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλὴμ, λέγων, ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ ποιήσατε αὐτούς. 7 8 Καὶ οὐκ ἐποίησαν.

Jeremiah 13:9-10

9 οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἱερουσαλὴμ, 10 τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ τοῦ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν.

Jeremiah 13:16-18

16 Δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπʼ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος. 17 Ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.
18 Εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι, ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.

Jeremiah 17:19-23

19 Τάδε λέγει Κύριος, βάδισον, καὶ στῆθι ἐν ταῖς πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ἰούδα, καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ἱερουσαλὴμ, 20 καὶ ἐρεῖς αὐτοῖς, ἀκούσατε τὸν λόγον Κυρίου βασιλεῖς Ἰούδα, καὶ πᾶσα Ἰουδαία, καὶ πᾶσα Ἱερουσαλὴμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· 21 τάδε λέγει Κύριος, φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, 22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. Καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν, 23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν, τοῦ μὴ ἀκοῦσαί μου, καὶ τοῦ μὴ δέξασθαι παιδείαν.

Jeremiah 18:11

11 Καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν.

Jeremiah 25:3-7

3 Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων, καὶ λέγων, 4 καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας, ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε, καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν, λέγων, 5 ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, ἀπʼ αἰῶνος καὶ ἕως αἰῶνος. 6 Μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς, καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, τοῦ κακῶσαι ὑμᾶς. 7 Καὶ οὐκ ἠκούσατέ μου.

Jeremiah 26:5

5 εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα, καὶ οὐκ ἠκούσατέ μου,

Jeremiah 36:2-10

2 Λάβε σεαυτῷ χαρτίον βιβλίου, καὶ γράψον ἐπʼ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδα, καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφʼ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ ἀφʼ ἡμερῶν Ἰωσία βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης. 3 Ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακὰ ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
4 Καὶ ἐκάλεσεν Ἱερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου· καὶ ἔγραψεν ἀπὸ στόματος Ἱερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐλάησε πρὸς αὐτὸν, εἰς χαρτίον βιβλίου. 5 Καὶ ἐνετείλατο Ἱερεμίας τῷ Βαροὺχ, λέγων, ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου. 6 καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου, ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν, ἀναγνώσῃ αὐτοῖς. 7 Ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
8 Καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτῷ Ἱερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου. 9 Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ Ἰωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐννάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν Ἱερουσαλὴμ, καὶ οἶκος Ἰούδα. 10 Καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.

Jeremiah 36:23-24

23 Καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως, καὶ ἔῤῥιπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας. 24 Καὶ οὐκ ἐζήτησαν, καὶ οὐ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.

Jeremiah 44:4-5

4 Καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου, καὶ ἀπέστειλα, λέγων, μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα.
5 Καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν, πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις.

Jeremiah 44:16

16 Ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου,

Ezekiel 3:7-9

7 Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι. 8 Καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νῖκός σου κατισχύσω κατέναντι τοῦ νίκους αὐτῶν. 9 Καὶ ἔσται διαπαντὸς κραταιότερον πέτρας· μὴ φοβηθῇς ἀπʼ αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί.

Ezekiel 18:14-17

14 Ἐὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ ἃς ἐποίησε, καὶ φοβηθῇ, καὶ μὴ ποιήσῃ κατʼ αὐτὰς, 15 ἐπὶ τῶν ὀρέων οὐ βέβρωκε, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ἰσραὴλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανε, 16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσε, καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασε, καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκε, καὶ γυμνὸν περιέβαλε, 17 καὶ ἀπὸ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβε, δικαιοσύνην ἐποίησε, καὶ ἐν τοῖς προστάγμασί μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται.

Ezekiel 18:30-32

30 Ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς οἶκος Ἰσραὴλ, λέγει Κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. 31 Ἀποῤῥίψατε ἀφʼ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν ἃς ἠσεβήσατε εἰς ἐμὲ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; 32 Διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος.

Amos 5:13-15

13 Διατοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν. 14 Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθʼ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε, 15 μεμισήκαμεν τὰ πονηρὰ, καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.

Amos 5:24

24 Καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα, καὶ δικαιοσύνη ὡς χειμάῤῥους ἄβατος.

Micah 2:6

6 μὴ κλαίετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐδὲ γὰρ ἀπώσεται ὀνείδη,

Zechariah 1:3

3 καὶ ἐρεῖς πρὸς αὐτοῦς, τάδε λέγει Κύριος παντοκράτωρ, ἐπιστρέψατε πρὸς μὲ, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων.

Zechariah 7:11-13

11 Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν. 12 Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ ἐσακούειν τοῦ νόμου μου, καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. 13 Καὶ ἔσται, ὃν τρόπον εἶπε, καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται, καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ.

Job 14:10-12

10 Ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἐστί. 11 Χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη. 12 Ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.

Psalms 90:10

10 Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθε πρᾳΐτης ἐφʼ ἡμᾶς, καὶ παιδευθησόμεθα.

Ecclesiastes 1:4

4 Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκε.

Ecclesiastes 9:1-3

1 Ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ, καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν. Ματαιότης ἐν τοῖς πᾶσι· 2 συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, καὶ τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, καὶ τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός ὡς ὁ ἁμαρτάνων, ὡς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος.
3 Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι· καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς.

Ecclesiastes 12:5

5 καὶ εἰς τὸ ὕψος ὄψονται, καὶ θάμβοι ἐν τῇ ὁδῷ, καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρὶς, καὶ διασκεδασθῇ ἡ κάππαρις, ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι.

Ecclesiastes 12:7

7 καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεὸν ὃς ἔδωκεν αὐτό.

Numbers 23:19

19 Οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδʼ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι, αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;

Numbers 32:23

23 Ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου· καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.

Numbers 33:56

56 Καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτοὺς, ποιήσω ὑμᾶς.

Deuteronomy 28:15

15 Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταλήψονταί σε.

Deuteronomy 28:20

20 Ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολοθρεύσῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με.

Deuteronomy 28:45

45 Καὶ ἐλεύσονται ἐπί σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταδιώξονταί σε, καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσῃ σε, καὶ ἓως ἂν ἀπολέσῃ σε· ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάξαι τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι.

2 Chronicles 36:17-21

17 Καὶ ἤγαγεν ἐπʼ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν. 18 Καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τά μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.
19 Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ κατέσκαψε τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν. 20 Καὶ ἀπῴκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων, 21 τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος Ἱερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς σαββάτισαι εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Job 6:29

29 Καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.

Isaiah 3:8-11

8 Ὅτι αἰνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, 9 καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν, καθʼ ἑαυτῶν 10 εἰπόντες, δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. 11 Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.

Isaiah 44:26

26 καὶ ἱστῶν ῥῆμα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων· ὁ λέγων τῇ Ἱερουσαλὴμ, κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας, οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·

Isaiah 55:1

1 Οἱ διψῶντες, πορεύεσθε ἐφʼ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ.

Jeremiah 4:4

4 Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων, ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.

Jeremiah 12:16-17

16 Καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου. 17 Ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

Jeremiah 18:8-11

8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην, τοῦ ποιῆσαι αὐτοῖς. 9 Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, 10 καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα, τοῦ ποιῆσαι αὐτοῖς.
11 Καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν.

Jeremiah 23:20

20 Καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ, καὶ ἕως ἂν στήσῃ αὐτὸ, ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά.

Jeremiah 26:15

15 Ἀλλʼ ἢ γνόντες γνώσεσθε, ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.

Jeremiah 44:28

28 Καὶ οἱ σεσωσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ἰούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ἰούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ, κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμενεῖ.

Lamentations 1:18

18 ΤΣΑΔΗ. Δίκαιός ἐστι Κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα· ἀκούσατε δή πάντες οἱ λαοὶ, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ.

Lamentations 2:17

17 ΦΗ. Ἐποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ῥήμα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων· καθεῖλε, καί οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρὸν, ὕψωσε κέρας θλίβοντός σε.

Lamentations 4:11-12

11 ΧΑΦ. Συνετέλεσε Κύριος θυμὸν αὐτοῦ, ἐξέχεε θυμὸν ὀργῆς αὐτοῦ, καὶ ἀνῆψε πῦρ ἐν Σιὼν, καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς.
12 ΛΑΜΕΔ. Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ.

Ezekiel 12:25-28

25 Διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω, καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος.
26 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 27 υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν, ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. 28 Διατοῦτο εἰπὸν πρὸς αὐτοὺς,
Τάδε λέγει Κύριος, οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος.

Ezekiel 20:43

43 Καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν.

Ezekiel 37:11

11 Καὶ ἐλάλησε Κύριος πρὸς μὲ, λέγων, υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.

Hosea 2:6-11

6 Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ. 7 Καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς, καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς, καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ, πορεύσομαι, καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε, ἢ νῦν.
8 Καὶ αὐτὴ οὐκ ἔγων ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βάαλ. 9 Διὰ τοῦτο ἐπιστρέψω, καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ· καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς. 10 Καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου. 11 Καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς, καὶ τὰς νουμηνίας αὐτῆς, καὶ τὰ σάββατα αὐτῆς, καὶ πάσας τὰς πανηγύρεις αὐτῆς.

Hosea 9:15

15 Πᾶσαι αἱ κακίαι αὐτῶν ἐν Γαλγὰλ, ὅτι ἐκεῖ ἐμίσησα αὐτούς· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν, ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες.

Amos 9:10

10 Ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου, οἱ λέγοντες, οὐ μὴ ἐγγίσῃ, οὐδὲ μὴ γένηται ἐφʼ ἡμᾶς τὰ κακά.

Malachi 3:18

18 Καὶ ἐπιστραφήσεσθε, καὶ ὄψεσθε ἀναμέσον δικαίου, καὶ ἀναμέσον ἀνόμου, καὶ ἀναμέσον τοῦ δουλεύοντος Θεῷ, καὶ τοῦ μὴ δουλεύοντος.

Zechariah 1:1

1 ἘΝ τῷ ὀγδόῳ μηνὶ, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων,

Genesis 20:3

3 Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί.

Joshua 5:13

13 Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ· καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ, ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων;

1 Kings 3:5

5 Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, αἴτησαί τι αἴτημα σεαυτῷ.

Job 4:13

13 Φόβοι δὲ καὶ ἠχὼ νυκτερινή ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,

Psalms 45:3-4

3 Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ· τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, 4 καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.

Song of Songs 2:16

16 Ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις.

Song of Songs 6:2

2 Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα.

Isaiah 41:19

19 Θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπάρισσον, καὶ λεύκην·

Isaiah 55:13

13 Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· και ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.

Isaiah 57:15

15 Τάδε λέγει ὁ ὕψιστος, ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις, ὄνομα αὐτῷ, ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν.

Isaiah 63:1-4

1 Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.
2 Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 3 Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετʼ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 4 Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι.

Daniel 2:19

19 Τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ Δανιὴλ,

Daniel 7:2

2 Ἐγὼ Δανιὴλ ἐθεώρουν· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην.

Daniel 7:13

13 Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσηνέχθη αὐτῷ.

Zechariah 6:2-7

2 Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυῤῥοί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, 3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοὶ, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. 4 Καὶ ἀπεκρίθην, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα, κύριε;
5 Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε, ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. 6 Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν Νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν, καὶ εἶπε, πορεύεσθε, καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.

Zechariah 13:7

7 Ρομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου, καὶ ἐπὶ ἄνδρα πολίτην μου, λέγει Κύριος παντοκράτωρ, πατάξατε τοὺς ποιμένας, καὶ ἐκσπάσατε τὰ πρόβατα· καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς μικρούς.

Genesis 31:11

11 Καὶ εἶπέ μοι ὁ Ἄγγελος τοῦ Θεοῦ καθʼ ὕπνον, Ἰακώβ· ἐγὼ δὲ εἶπα, τί ἐστι;

Daniel 7:16

16 Καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρʼ αὐτοῦ μαθεῖν περὶ πάντων τούτων· καὶ εἶπέ μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύγκρισιν τῶν λόγων ἐγνώρισέ μοι.

Daniel 8:15-16

15 Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιὴλ, τὴν ὅρασιν, καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός. 16 Καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ Οὐβὰλ, καὶ ἐκάλεσε, καὶ εἶπε, Γαβριὴλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν.

Daniel 9:22-23

22 Καὶ συνέτισέ με, καὶ ἐλάλησε μετʼ ἐμοῦ, καὶ εἶπε, Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν 23 ἐν ἀρχῇ τῆς δεήσεώς σου, ἐξῆλθε λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ.

Daniel 10:11-14

11 Καὶ εἶπε πρὸς μὲ, Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις οἷς ἐγὼ λαλῶ πρὸς σὲ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ· καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς μὲ τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. 12 Καὶ εἶπε πρὸς μὲ, μὴ φοβοῦ Δανιὴλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι, καὶ κακωθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. 13 Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν, 14 καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας.

Zechariah 1:19

19 Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα Κύριε; καὶ εἶπε πρὸς μὲ, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν, καὶ τὸν Ἰσραὴλ, καὶ Ἱερουσαλήμ.

Zechariah 2:3

3 Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ,

Zechariah 4:4-5

4 Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων, τί ἐστι ταῦτα κύριε; 5 Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρὸς μὲ, λέγων, οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα, οὐχί, κύριε.

Zechariah 4:11

11 Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτὸν, τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;

Zechariah 5:5

5 Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρὸς μὲ, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο.

Zechariah 6:4-5

4 Καὶ ἀπεκρίθην, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα, κύριε;
5 Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε, ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς.

Genesis 32:24-31

24 Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετʼ αὐτοῦ ἕως πρωῒ. 25 Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτόν· καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ. 26 Καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος· ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. 27 Εἶπε δὲ αὐτῷ, τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ εἶπεν, Ἰακώβ. 28 Καὶ εἶπεν αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. 29 Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν, ἱνατί τοῦτο ἐρωτᾶς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. 30 Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. 31 Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ.

Job 1:7

7 Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ, εἶπε, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν πάρειμι.

Job 2:1-2

1 Εγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ Κυρίου. 2 Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ Κυρίου, διαπορευθεὶς τὴν ὑπʼ οὐρανὸν, καὶ ἐμπεριπατήσας τὴν σύμπασαν, πάρειμι.

Psalms 103:20-21

20 Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. 21 Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θέλημα αὐτοῦ.

Ezekiel 1:5-14

5 Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων· καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνθρώπου ἐπʼ αὐτοῖς. 6 Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. 7 Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες, ὡς ἐξαστράπτων χαλκός· καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν. 8 Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. 9 Καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά· ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. 10 Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον τοῦ λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. 11 Καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. 12 Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον.
13 Καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζῴων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.
14

Hosea 12:3-5

3 Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν. 4 Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνάσθη· ἔκλαυσαν, καὶ ἐδεήθησάν μου· ἐν τῷ οἴκῳ Ὦν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς. 5 Ὁ δὲ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ.

Zechariah 1:8

8 Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυῤῥόν, καὶ οὗτος εἱστήκει ἀναμέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ, καὶ ψαροὶ, καὶ ποικίλοι, καὶ λευκοί.

Zechariah 1:11

11 Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀναμέσον τῶν ὀρέων καὶ εἶπον, περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται, καὶ ἠσυχάζει.

Zechariah 4:10

10 Διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοί εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

Zechariah 6:5-8

5 Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε, ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. 6 Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν Νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν, καὶ εἶπε, πορεύεσθε, καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.
8 Καὶ ἀνεβόησε, καὶ ἐλάλησε πρὸς μὲ, λέγων, ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ, ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ.

Psalms 68:17

17 Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἐν τῷ ἁγίῳ.

Isaiah 14:7

7 Πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης,

Daniel 10:20

20 Καὶ εἶπεν, εἰ οἶδας, ἱνατί ἦλθον πρὸς σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ εἰσπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο.

Zechariah 1:10

10 Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀναμέσον τῶν ὀρέων, καὶ εἶπε πρὸς μὲ, οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος, περιοδεῦσαι τὴν γῆν.

Zechariah 1:15

15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.

Zechariah 6:7

7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν, καὶ εἶπε, πορεύεσθε, καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.

Exodus 23:20-23

20 Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. 21 Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπʼ αὐτῷ. 22 Ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ· ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον· ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου, καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι. 23 Πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου, καὶ εἰσάξει σε πρὸς τὸν Ἀμοῤῥαῖον, καὶ Χετταῖον, καὶ Φερεζαῖον, καὶ Χαναναῖον, καὶ Γεργεσαῖον, καὶ Εὐαῖον, καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς.

2 Chronicles 36:21

21 τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος Ἱερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς σαββάτισαι εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Psalms 69:5

5 Ὁ Θεὸς σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.

Psalms 74:10

10 Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρὸς, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;

Psalms 102:13

13 Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.

Isaiah 63:9

9 ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλʼ αὐτὸς ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.

Isaiah 64:9-12

9 Μὴ ὀργίζου ὑμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν· καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. 10 Πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν. 11 Ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα ἔνδοξα ἡμῶν συνέπεσε. 12 Καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.

Jeremiah 25:11-12

11 Καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμὸν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη.
12 Καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον,

Jeremiah 29:10

10 Ὅτι οὕτως εἶπε Κύριος, ὅταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφʼ ὑμᾶς, τοῦ ἀποστρέψαι τὸν λαὸν ὑμῶν εἰς τὸν τόπον τοῦτον.

Daniel 9:2

2 ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη.

Zechariah 1:10-11

10 Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀναμέσον τῶν ὀρέων, καὶ εἶπε πρὸς μὲ, οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος, περιοδεῦσαι τὴν γῆν. 11 Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀναμέσον τῶν ὀρέων καὶ εἶπον, περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται, καὶ ἠσυχάζει.

Zechariah 7:5

5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς, καὶ πρὸς τοὺς ἱερεῖς, λέγων, ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύκατέ μοι;

Isaiah 40:1-2

1 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. 2 Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.

Jeremiah 30:10-22

10 11 12 Οὕτως εἶπε Κύριος, ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου, 13 οὐκ ἔστι κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφέλειά σοι οὐκ ἔστι. 14 Πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν· ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου. 15 16a Διατοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται. 15 Ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου· ἐποίησαν ταῦτά σοι. 16 16b Καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύσαντάς σε δώσω εἰς προνομήν. 17 Ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος· ὅτι Ἐσπαρμένη ἐκλήθης, θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.
18 Οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ἰακὼβ, καὶ τὴν αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται, 19 καὶ ἐξελεύσονται ἀπʼ αὐτῶν ᾄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτοὺς, καὶ οὐ μὴ ἐλαττωθῶσι. 20 Καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τοπρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτοὺς. 21 Καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτοὺς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτοὺς, καὶ ἀποστρέψουσι πρὸς μέ· ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ, ἀποστρέψαι πρὸς μέ; φησὶ Κύριος·
22

Jeremiah 31:3-14

3 Κύριος πόῤῥωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε· διατοῦτο εἵλκυσά σε εἰς, οἰκτείρημα. 4 Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἔτι λήψῃ τύμπανόν σου, καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. 5 Ὅτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε, 6 ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφραὶμ, ἀνάστητε, καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν.
7 Ὅτι οὕτως εἶπε Κύριος τῷ Ἰακὼβ, εὐφράνθητε, καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε, καὶ αἰνέσατε· εἴπατε, ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ. 8 Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολὺν, καὶ ἀποστρέψουσιν ὧδε. 9 Ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μού ἐστιν.
10 Ἀκούσατε λόγους Κυρίου ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε, ὁ λικμήσας τὸν Ἰσραὴλ καὶ συνάξει αὐτὸν, καὶ φυλάξει αὐτὸν, ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ. 11 Ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακὼβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 12 Καὶ ἥξουσι, καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιὼν, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου, καὶ καρπῶν, καὶ κτηνῶν, καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι. 13 Τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους. 14 Μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευὶ, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται· οὕτως εἶπε Κύριος·

Amos 9:11-15

11 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. 12 Ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτοὺς, λέγει Κύριος ὁ ποιῶν πάντα ταῦτα.
13 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀμητὸς τὸν τρυγητὸν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται. 14 Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας, καὶ κατοικήσουσι, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ πίονται τὸν οἶνον αὐτῶν, καὶ ποιήσουσι κήπους, καὶ φάγονται τὸν καρπὸν αὐτῶν· 15 Καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.

Zephaniah 3:14-20

14 Χαῖρε θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου θύγατερ Ἱερουσαλήμ. 15 Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.
16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλὴμ, θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. 17 Κύριος ὁ Θεός σου ἐν σοί, ὁ δύνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ· καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 18 Καὶ συνάξω τοὺς συντετριμμένους σου· οὐαί, τίς ἔλαβεν ἐπʼ αὐτὴν ὀνειδισμόν;
19 Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκέν σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ· 20 καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς, καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τήν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.

Zechariah 1:9

9 Καὶ εἶπα, τί οὗτοι, κύριε; καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἐγὼ δείξω σοι τί ἐστι ταῦτα.

Zechariah 1:14-16

14 Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἀνάκραγε λέγων,
Τάδε λέγει Κύριος παντοκράτωρ, ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, 15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 16 Διατοῦτο τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι·

Zechariah 2:4-12

4 καὶ εἶπε πρὸς αὐτὸν, λέγων, δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων,
Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· 5 καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
6 Ὦ ὦ φεύγετε ἀπὸ γῆς Βοῤῥᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος, 7 εἰς Σιὼν, ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. 8 Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. 9 Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με.
10 Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. 11 Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. 12 Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν ἁγίαν· καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.

Zechariah 4:1

1 Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ.

Zechariah 8:2-8

2 τάδε λέγει Κύριος παντοκράτωρ, ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν.
3 Τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουαλὴμ, καὶ κληθήσεται ἡ Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος, ὄρος ἅγιον.
4 Τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ πλήθους ἡμερῶν. 5 Καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.
6 Τάδε λέγει Κύριος παντοκράτωρ, εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ.
7 Τάδε λέγει Κύριος παντοκράτωρ, ἰδοὺ ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, 8 καὶ εἰσάξω αὐτοὺς, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ ἔσονται ἐμοὶ εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ.

Zechariah 8:19

19 Τάδε λέγει Κύριος παντοκράτωρ, νηστεία ἡ τετρὰς, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθάς· καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.

Isaiah 9:7

7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Isaiah 38:22

22 Καὶ εἶπεν Ἐζεκίας, τοῦτο σημεῖον πρὸς Ἐζεκίαω, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.

Isaiah 40:1

1 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.

Isaiah 40:6

6 Φωνὴ λέγοντος, βόησον· καὶ εἶπα, τί βοήσω; πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.

Isaiah 42:13

13 Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.

Isaiah 59:17

17 Καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ τὸ περιβόλαιον αὐτοῦ,

Isaiah 63:15

15 Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

Hosea 11:8

8 Τί σε διαθῶμαι Ἐφραίμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῷ; ὡς Ἀδαμὰ θήσομαί σε, καὶ ὡς Σεβνείμ· μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου.

Joel 2:18

18 Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.

Nahum 1:2

2 Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ.

Zechariah 1:13

13 Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ, ῥήματα καλὰ καὶ λόγους παρακλητικούς.

Zechariah 1:17

17 καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἔτι ἀνάκραγε λέγων, τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν, καὶ αἱρετιεῖ τὴν Ἱερουσαλήμ.

Zechariah 2:3-4

3 Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ, 4 καὶ εἶπε πρὸς αὐτὸν, λέγων, δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων,
Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·

Zechariah 8:2-3

2 τάδε λέγει Κύριος παντοκράτωρ, ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν.
3 Τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουαλὴμ, καὶ κληθήσεται ἡ Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος, ὄρος ἅγιον.

Psalms 69:26

26 ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.

Psalms 83:2-5

2 Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. 3 Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. 4 Εἶπαν, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. 5 Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπιτοαυτό, κατὰ σοῦ διαθήκην διέθεντο·

Psalms 123:4

4 Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Psalms 137:7

7 Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, ἐκκενοῦτε ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς.

Isaiah 10:5-7

5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. 6 Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. 7 Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα.

Isaiah 47:6-9

6 Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα, 7 καὶ εἶπας, εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα.
8 Νῦν δὲ ἄκουε ταῦτα τρυφερά, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς, ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. 9 Νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐξαίφνης ἐν ἡμέρᾳ μιᾶ, ἀτεκνία καὶ χηρεία ἥξει ἐξαίφνης ἐπὶ σὲ, ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα,

Isaiah 54:8

8 Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος.

Jeremiah 48:11-13

11 Ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διατοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπε. 12 Διατοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι, καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσι. 13 Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπʼ αὐτοῖς.

Jeremiah 51:24

24 Καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιὼν κατʼ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος.

Jeremiah 51:34-35

34 Κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκεῦος λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με, ὡς δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου. 35 Ἔξωσάν με οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιὼν, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ἱερουσαλήμ.

Ezekiel 25:3-9

3 καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμὼν,
Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ, 4 διατοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. 5 Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
6 Διότι τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐκρότησας τὴν χεῖρά σου, καὶ ἐψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, 7 διατοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
8 Τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Μωὰβ, ἰδοὺ,οὐχ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα; 9 διατοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Βεθασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας,

Ezekiel 25:12-17

12 Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην, 13 διατοῦτο τάδε λέγει Κύριος, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν, καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται. 14 Καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου, καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος.
15 Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει, καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς, τοῦ ἐξαλεῖψαι ἕως ἑνὸς, 16 διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολοθρεύσω Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν. 17 Καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπʼ αὐτούς.

Ezekiel 26:2

2 Υἱὲ ἀνθρώπου, ἀνθʼ ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, εὖγε συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται·

Ezekiel 29:6-7

6 Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος· ἀνθʼ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραὴλ, 7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.

Ezekiel 36:4-5

4 διατοῦτο ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ. 5 Διατοῦτο τάδε λέγει Κύριος Κύριος, εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετʼ εὐφροσύνης, ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ·

Amos 1:3-13

3 Καὶ εἶπε Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθʼ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ. 4 Καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται τὰ θεμέλια υἱοῦ Ἄδερ. 5 Καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ, καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὦν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.
6 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμὼν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν. 7 Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς. 8 Καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ἀκκάρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος.
9 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὴν, ἀνθʼ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν Ἰδουμαίαν, καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν. 10 Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς.
11 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς, καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ, καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος. 12 Καὶ ἐξαποστελῶ πῦρ εἰς Θαμὰν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.
13 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθʼ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν.

Amos 6:1

1 Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν, καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί· οἶκος τοῦ Ἰσραὴλ

Obadiah 1:10-16

10 Διὰ τὴν σφαγὴν, καὶ τὴν ἀσέβειαν ἀδελφόν σου Ἰακὼβ, καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ʼ11 Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
12 Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, 13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, 14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, ἐξολοθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως.
15 Διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. 16 Διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.

Zechariah 1:2

2 Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην·

Job 38:5

5 Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπʼ αὐτῆς;

Isaiah 12:1

1 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με.

Isaiah 34:11

11 ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

Isaiah 44:26-28

26 καὶ ἱστῶν ῥῆμα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων· ὁ λέγων τῇ Ἱερουσαλὴμ, κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας, οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27 Ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28 Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλήμ, οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.

Isaiah 54:8-10

8 Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος.
9 Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστι· καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου 10 τὰ ὄρη μεταστήσεσθαι, οὐδʼ οἱ βουνοί σου μετακινηθήσονται· οὕτως οὐδὲ τὸ παρʼ ἐμοῦ σοὶ ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπε γὰρ ἵλεώς σοι Κύριε.

Jeremiah 31:22-25

22 Ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισε Κύριος· σωτηρίαν εἰς καταφύτευσιν καινὴν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.
23 Ὅτι οὕτως εἶπε Κύριος, ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα, καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ, εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ. 24 Καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ, ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ. 25 Ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.

Jeremiah 31:39-40

39 Καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρὴβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων, 40 καὶ πάντες Ἀσαρημὼθ ἕως Ναχὰλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.

Jeremiah 33:10-12

10 Οὕτως εἶπε Κύριος, ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε, ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλὴμ, ταῖς ἠρημωμέναις, παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη· 11 φωνὴ εὐφροσύνης, καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων, ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τοπρότερον, εἶπε Κύριος. 12 Οὕτως εἶπε Κύριος τῶν δυνάμεων, ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ, παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος, ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα,

Ezekiel 37:24-28

24 Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά. 25 Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων εἰς τὸν αἰῶνα.
26 Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετʼ αὐτῶν, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, 27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοί μου ἔσονται λαός. 28 Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

Ezekiel 39:25-29

25 Διατοῦτο τάδε λέγει Κύριος Κύριος, νῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου. 26 Καὶ λήψονται τὴν ἀτιμίαν αὐτῶν, καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης· καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, 27 ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν· καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν. 28 Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. 29 Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Κύριος Κύριος.

Ezekiel 40:3

3 Καὶ εἰσήγαγέ με ἐκεῖ· καὶ ἰδοὺ ἀνὴρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων, καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης.

Ezekiel 47:3

3 καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας· καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ· καὶ διεμέτρησε χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·

Ezekiel 48:35

35 Κύκλωμα, δέκα καὶ ὀκτὼ χιλιάδες· καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφʼ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.

Haggai 1:14

14 Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον, καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν,

Zechariah 2:1-2

1 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. 2 Καὶ εἶπα πρὸς αὐτὸν, ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρὸς μὲ, διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι, καὶ πηλίκον τὸ μῆκος.

Zechariah 2:10-11

10 Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. 11 Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.

Zechariah 4:9

9 αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν· καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.

Zechariah 8:3

3 Τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουαλὴμ, καὶ κληθήσεται ἡ Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος, ὄρος ἅγιον.

2 Chronicles 6:6

6 Καὶ ἐξελεξάμην τὴν Ἱερουσαλὴμ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ, καὶ ἐξελεξάμην ἐν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.

Nehemiah 11:3

3 καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν Ἰσραὴλ, οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ Ναθιναῖοι, καὶ οἱ υἱοὶ δούλων Σαλωμών·

Nehemiah 11:20

Psalms 69:35

35 Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν.

Psalms 132:13-14

13 Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ· 14 Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν.

Isaiah 14:1

1 Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτοὺς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ·

Isaiah 41:8-9

8 Σὺ δέ Ἰσραὴλ παῖς μου Ἰακὼβ, καὶ ὃν ἐξελεξάμην, σπέρμα Ἁβραὰμ, ὃν ἠγάπησα· 9 οὗ ἀντελαβόμην ἀπʼ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι, παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε.

Isaiah 49:13

13 Εὐφραίνεσθαι, οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.

Isaiah 51:3

3 Καὶ σὲ νῦν παρακαλέσω Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.

Isaiah 51:12

12 Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίνα οἶσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.

Isaiah 52:9

9 Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλήμ.

Isaiah 61:4-6

4 Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρωμένας εἰς γενεάς. 5 Καὶ ἥξουσι ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοί. 6 Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.

Isaiah 66:13

13 Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε.

Jeremiah 31:13

13 Τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους.

Jeremiah 31:23-24

23 Ὅτι οὕτως εἶπε Κύριος, ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα, καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ, εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ. 24 Καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ, ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.

Jeremiah 32:43-44

43 Καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις, ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους, καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων. 44 Καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ· καὶ γράψεις βιβλίον καὶ σφραγιῇ, καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμὶν, καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ ὄρους, καὶ ἐν πόλεσι τῆς σεφηλὰ, καὶ ἐν πόλεσι τῆς ναγὲβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.

Jeremiah 33:13

13 ἐν πόλεσι τῆς ὀρεινῆς, καὶ ἐν πόλεσι τῆς σεφηλὰ, καὶ ἐν πόλεσι τῆς ναγὲβ, καὶ ἐν γῇ Βενιαμὶν, καὶ ἐν ταῖς κύκλῳ Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα· ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος.

Ezekiel 36:10-11

10 καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. 11 Καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, καὶ κτήνη, καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς, ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.

Ezekiel 36:33

33 Τάδε λέγει Ἀδωναῒ Κύριος, ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι,

Amos 9:14

14 Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας, καὶ κατοικήσουσι, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ πίονται τὸν οἶνον αὐτῶν, καὶ ποιήσουσι κήπους, καὶ φάγονται τὸν καρπὸν αὐτῶν·

Obadiah 1:20

20 Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν· καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ.

Zephaniah 3:15-17

15 Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.
16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλὴμ, θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. 17 Κύριος ὁ Θεός σου ἐν σοί, ὁ δύνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ· καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.

Zechariah 2:12

12 Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν ἁγίαν· καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.

Zechariah 3:2

2 Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον,
Ἐπιτιμήσαι Κύριος ἐν σοί διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;

2 Kings 15:29

29 Ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰν καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλὶ, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους.

2 Kings 17:1-6

1 Εν ἔτει δωδεκάτῳ τοῦ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὡσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. 2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ.
3 Ἐπʼ αὐτὸν ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων· καὶ ἐγενήθη αὐτῷ Ὡσηὲ δοῦλος, καὶ ἐπέστρεψεν αὐτῷ μαναά. 4 Καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὡσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς. 5 Καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπʼ αὐτὴν τρία ἔτη.
6 Ἐν ἔτει ἐννάτῳ Ὡσηὲ συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζὰν, καὶ ὄρη Μήδων.

2 Kings 18:9-12

9 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ, ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν, καὶ ἐπολιόρκει ἐπʼ αὐτὴν, 10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἐζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔννατος τῷ Ὡσηὲ βασιλεῖ Ἰσραὴλ, καὶ συνελήφθη Σαμάρεια. 11 Καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων· 12 ἀνθʼ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.

2 Kings 24:1-20

1 Εν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήθη αὐτῷ Ἰωακὶμ δοῦλος τρία ἔτη· καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ. 2 Καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων, καὶ τοὺς μονοζώνους Συρίας, καὶ τοὺς μονοζώνους Μωὰβ, καὶ τοὺς μονοζώνους υἱῶν Ἀμμὼν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν. 3 Πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ Ἰούδᾳ, ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασσῆ κατὰ πάντα ὅσα ἐποίησε. 4 Καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε, καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι. 5 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακὶμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
6 Καὶ ἐκοιμήθη Ἰωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωαχὶμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 7 Καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάῤῥου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.
8 Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ἰωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ Ἐλλαναθὰμ ἐξ Ἱερουσαλήμ. 9 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.
10 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ. 11 Καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπʼ αὐτήν. 12 Καὶ ἐξῆλθεν Ἰωαχὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ, καὶ οἱ εὐνοῦχοι αὐτοῦ· καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ. 13 Καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ῥῆμα Κυρίου. 14 Καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας, καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς. 15 Καὶ ἀπῴκισε τὸν Ἰωαχὶμ εἰς Βαβυλῶνα, καὶ τὴν μητέρα τοῦ βασιλέως, καὶ τὰς γυναῖκας τοῦ βασιλέως, καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα. 16 Καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους, καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους· πάντες δυνατοὶ ποιοῦντες πόλεμον· καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα. 17 Καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Βατθανίαν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ, Σεδεκία.
18 Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ, θυγάτηρ Ἱερεμίου. 19 Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, κατὰ πάντα, ὅσα ἐποίησεν Ἰωακίμ. 20 Ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ, ἕως ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ· καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.

Daniel 2:37-43

37 Σύ βασιλεῦ βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν 38 ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἁγροῦ, καὶ πετεινὰ οὐρανοῦ, καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. 39 Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς, 40 καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει. 41 Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύλους, μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ. 42 Καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν, καὶ ἀπʼ αὐτῆς ἔσται συντριβόμενον. 43 Ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ, συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων, καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου.

Daniel 7:3-8

3 Καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων. 4 Τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξῄρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. 5 Καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρεῖς πλευραὶ ἐν τῷ στόματι αὐτῆς, ἀναμέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῇ, ἀνάστηθι, φάγε σάρκας πολλάς. 6 Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ. 7 Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον, καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διάφορον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ κέρατα δέκα αὐτῷ. 8 Προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξεῤῥιζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ, ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα.

Daniel 8:3-14

3 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον· καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ· καὶ αὐτῷ κέρατα ὑψηλά· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπʼ ἐσχάτων. 4 Καὶ ἴδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ Νότον· καὶ πάντα τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη.
5 Καὶ ἐγὼ ἤμην συνιῶν, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ κέρας μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. 6 Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τά κέρατα ἔχοντος, οὗ ἴδον ἑστὼς ἐνώπιον τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. 7 Καὶ ἴδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ, τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
8 Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη ἕτερα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. 9 Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν Νότον, καὶ πρὸς τὴν δύναμιν, 10 καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά. 11 Καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ διʼ αὐτὸν θυσία ἐταράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται· 12 Καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε, καὶ εὐοδώθη. 13 Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος· καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι, ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται; 14 Καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.

Daniel 11:28-35

28 Καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
29 Εἰς τὸν καιρὸν ἐπιστρέψει, καὶ ἥξει ἐν τῷ Νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη. 30 Καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται, καὶ ἐπιστρέψει, καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει, καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν.
31 Καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσι βδέλυγμα ἠφανισμένων. 32 Καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθήμασι· καὶ λαὸς γινώσκοντες Θεὸν αὐτοῦ κατισχύσουσι, καὶ ποιήσουσι, 33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ, καὶ ἐν φλογὶ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ ἡμερῶν. 34 Καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς, βοηθηθήσονται βοήθειαν μικρὰν, καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι.
35 Καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι, τοῦ πυρῶσαι αὐτοὺς, καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας, ὅτι ἔτι εἰς καιρόν.

Zechariah 2:1

1 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.

Zechariah 5:1

1 Καὶ ἐπέστρεψα, καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ δρέπανον πετόμενον.

Zechariah 5:9

9 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀναμέσον τῆς γῆς, καὶ ἀναμέσον τοῦ οὐρανοῦ.

Ezra 4:1

1 Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰούδα καὶ Βενιαμὶν, ὅτι υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραὴλ,

Ezra 4:4

4 Καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδα, καὶ ἐνεπόδιζον αὐτοὺς οἰκοδομεῖν,

Ezra 4:7

7 Καὶ ἐν ἡμέραις Ἀρθασασθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις· πρὸς Ἀρθασασθὰ βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην.

Ezra 5:3

3 Ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπʼ αὐτοὺς Θανθαναῒ ἔπαρχος πέραν τοῦ ποταμοῦ, καὶ Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ τοιάδε εἶπαν αὐτοῖς, τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον, καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;

Jeremiah 50:17-18

17 Πρόβατον πλανώμενον Ἰσραὴλ, λέοντες ἔξωσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσοὺρ, καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. 18 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ.

Daniel 12:7

7 Καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὰ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· καὶ ὕψωσε τὴν δεξιὰν αὐτοῦ καὶ τὴν ἀριστερὰν αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν καιρῶν καὶ ἥμισυ καιροῦ, ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν γνώσονται πάντα ταῦτα.

Amos 6:13

13 14 οἱ εὐφραινόμενοι ἐπʼ οὐδενὶ λόγῳ, οἱ λέγοντες, οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα;

Habakkuk 3:14

14 Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ἐσθίων πτωχὸς λάθρᾳ.

Zechariah 1:21

21 Καὶ εἶπα, τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδα καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν, τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν.

Zechariah 2:2

2 Καὶ εἶπα πρὸς αὐτὸν, ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρὸς μὲ, διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι, καὶ πηλίκον τὸ μῆκος.

Zechariah 4:11-14

11 Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτὸν, τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; 12 Καὶ ἐπηρώτησα ἐκ δευτέρου, καὶ εἶπα πρὸς αὐτὸν, τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων, καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; 13 Καὶ εἶπε πρὸς μὲ, οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα, οὐχί κύριε. 14 Καὶ εἶπεν, οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.

Zechariah 8:14

14 Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα·

Deuteronomy 33:25

25 Σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται· ὡς αἱ ἡμέραι σου, ἡ ἰσχύς σου.

Judges 11:16

16 ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σὶφ, καὶ ἦλθεν εἰς Κάδης.

Judges 11:18

18 καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσε τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωάβ· καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ, καὶ παρενέβαλεν ἐν πέραν Ἀρνὼν, καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωὰβ, ὅτι Ἀρνὼν ὅριον Μωάβ.

1 Samuel 12:11

11 Καὶ ἀπέστειλε τὸν Ἱεροβάαλ, καὶ τὸν Βαρὰκ, καὶ τὸν Ἰεφθάε, καὶ τὸν Σαμουὴλ, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες.

Nehemiah 9:27

27 Καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτοὺς· καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας, καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας, καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς.

Isaiah 54:15-17

15 Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι διʼ ἐμοῦ, καὶ παροικήσουσί σοι, καὶ ἐπὶ σὲ καταφεύξονται.
16 Ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι. 17 Πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ, οὐκ εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον· καὶ ἡμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.

Obadiah 1:21

21 Καὶ ἀναβήσονται ἀνασῳζόμενοι ἐξ ὄρους Σιὼν, τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.

Micah 5:5-6

5 Καὶ ἔσται αὕτη εἰρήνη, Ἀσσύριος ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπʼ αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων, 6 καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ, καὶ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῇ τάφρῳ αὐτῆς· καὶ ῥύσεται ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.

Micah 5:8-9

8 Καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν κτήνεσι ἐν τῷ δρυμῷ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. 9 Ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.

Zechariah 9:12-16

12 Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι, 13 διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραὶμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ, 14 καὶ Κύριος ἔσται ἐπʼ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. 15 Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς· καὶ καταναλώσουσιν αὐτοὺς, καί καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης, καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. 16 Καὶ σώσει αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ γῆς αὐτοῦ.

Zechariah 10:3-5

3 Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ, τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ, 4 καὶ ἀπʼ αὐτοῦ ἐπέβλεψε, καὶ ἀπ’ αὐτοῦ ἔταξε, καὶ ἀπʼ αὐτοῦ τόξον ἐν θυμῷ, ἀπʼ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. 5 Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος μετʼ αὐτῶν· καὶ καταισχυνθήσονται ἀναβάται ἵππων.

Zechariah 12:2-6

2 ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. 3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπʼ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. 4 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.
5 Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν, εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. 6 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλόν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν, καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθʼ ἑαυτὴν ἐν Ἱερουσαλήμ.

Psalms 75:4-5

4 Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι, μὴ ὑψοῦτε κέρας. 5 Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.

Psalms 75:10

10 Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.