9 Καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ, καὶ εἶπεν, ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα.
10 Καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.
11 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβᾶ· καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.
12 Καὶ εἶπε Σαοὺλ, ἄκουε δή υἱὲ Ἀχιτώβ· καὶ εἶπεν, ἰδοὺ ἐγώ, λάλει κύριε.
13 Καὶ εἶπεν αὐτῷ Σαοὺλ, ἱνατί συνέθου κατʼ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαὶ, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ, θέσθαι αὐτὸν ἐπʼ ἐμὲ εἰς ἐχθρὸν, ὡς ἡ ἡμέρα αὕτη;
14 Καὶ ἀπεκρίθη τῷ βασιλεῖ, καὶ εἶπε, καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς, καὶ γαμβρὸς τοῦ βασιλέως, καὶ ἄρχων παντὸς παραγγέλματός σου, καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;
15 Ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον. καὶ ἐφʼ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ῥῆμα μικρὸν, ἢ μέγα.
16 Καὶ εἶπεν ὁ βασιλεὺς Σαοὺλ, θανάτῳ ἀποθανῇ Ἀβιμέλεχ σὺ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.
17 Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτὸν, προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου.
18 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωὴκ, ἐπιστρέφου σὺ, καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος, καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.
19 Καὶ τὴν Νομβᾶ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπʼ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου, καὶ ὄνου, καὶ προβάτου.