Proverbs 17:19 Cross References - Brenton_Greek

19 Φιλαμαρτήμων χαίρει μάχαις,

1 Samuel 25:36-38

36 Καὶ παρεγενήθη Ἀβιγαία πρὸς Νάβαλ· καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ, ὡς πότος βασιλέως· καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπʼ αὐτόν· καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ. 37 Καὶ ἐγένετο πρωῒ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα· καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος.
38 Καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι, καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε.

2 Samuel 15:1

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβεσσαλὼμ ἅρματα, καὶ ἵππους, καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.

1 Kings 1:5

5 Καὶ Ἀδωνίας υἱὸς Ἀγγὶθ ἐπῄρετο, λέγων, ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς, καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.

Proverbs 16:18

18 Πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη.

Proverbs 17:14

14 Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.

Proverbs 18:12

12 Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς, καὶ πρὸ δόξης ταπεινοῦται.

Proverbs 24:27

27 Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου, καὶ ἀνοικοδομήσεις τὸν οἶκον σου.

Proverbs 29:9

9 Ἀνὴρ σοφὸς κρινεῖ ἔθνη, ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει.

Proverbs 29:22-23

22 Ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίαν. 23 Ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος.

Jeremiah 22:13-15

13 Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14 Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ. 15 Μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται, καὶ οὐ πίονται· βέλτιον σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην.

Daniel 4:20-21

20 17 Τὸ δένδρον ὃ εἶδες τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθανεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, 21 18 καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.