8 Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν.
Numbers 9:8 Cross References - Brenton_Greek
Exodus 14:13
13 Εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν, θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον.
Exodus 18:15
15 Καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ, Ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ.
Numbers 27:5
5 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
2 Chronicles 20:17
17 Οὐχ ὑμῖν ἐστι πολεμῆσαι· ταῦτα σύνετε, καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθʼ ὑμῶν Ἰούδα καὶ Ἱερουσαλήμ· μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθʼ ὑμῶν.
Psalms 25:14
14 Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλώσαι αὐτοῖς.
Psalms 85:8
8 Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτόν καρδίαν.
Proverbs 3:5-6
Ezekiel 2:7
7 Καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
Ezekiel 3:17
17 υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ.