Numbers 10 Cross References - Brenton_Greek

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς· ἐλατὰς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς. 3 Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 4 Ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ. 5 Καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς· 6 Καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι Λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βοῤῥᾶν· σημασία σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν. 7 Καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ. 8 Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. 9 Ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. 10 Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν· καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
11 Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς, ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. 12 Καὶ ἐξῇραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινᾶ· καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν. 13 Καὶ ἐξῇραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ.
14 Καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ναασσὼν υἱὸς Ἀμιναδάβ. 15 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ. 16 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν, Ἐλιὰβ, υἱὸς Χαιλών. 17 Καὶ καθελοῦσι τὴν σκηνὴν, καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν, καὶ οἱ υἱοὶ Μεραρὶ, οἱ αἴροντες τὴν σκηνήν.
18 Καὶ ἐξῇραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισοὺρ υἱὸς Σεδιούρ. 19 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαΐ. 20 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ, Ἐλισὰφ ὁ τοῦ Ῥαγουήλ. 21 Καὶ ἐξαροῦσιν υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια· καὶ στήσουσι τὴν σκηνήν ἕως παραγένωνται. 22 Καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς Ἐφραὶμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισαμὰ υἱὸς Σεμιούδ.
23 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσῆ, Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ. 24 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμὶν, Ἀβιδὰν ὁ τοῦ Γαδεωνί. 25 Καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς υἱῶν Δὰν, ἔσχατοι πασῶν τῶν παρεμβολῶν, σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἀχιέζερ ὁ τοῦ Ἀμισαδαΐ. 26 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν. 27 Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. 28 Αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ· καὶ ἐξῇραν σὺν δυνάμει αὐτῶν.
29 Καὶ εἶπε Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ, ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπε Κύριος, τοῦτον δώσω ὑμῖν· δεῦρο μεθʼ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησε καλὰ περὶ Ἰσραήλ. 30 Καὶ εἶπε πρὸς αὐτὸν, οὐ πορεύσομαι, ἀλλὰ εἰς τὴν γῆν μου, καὶ εἰς τὴν γενεάν μου. 31 Καὶ εἶπε, μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ ἕνεκεν ἦσθα μεθʼ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης. 32 Καὶ ἔσται ἐὰν πορευθῇς μεθʼ ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἂν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.
33 Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. 34 Καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, καὶ εἶπε Μωυσῆς, ἐξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. 35 Καὶ ἐν τῇ καταπαύσει εἶπεν, ἐπίστρεφε Κύριε χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ. 36 Καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπʼ αὐτοῖς ἡμέρας, ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

Exodus 25:18

18 Καὶ ποιήσεις δύο Χερουβὶμ χρυσοτορευτὰ, καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου.

Exodus 25:31

31 Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς, καὶ οἱ καλαμίσκοι, καὶ οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται.

Numbers 10:7

7 Καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ.

2 Kings 12:13

13 Πλὴν οὐ ποιηθήσονται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι, καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν, καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου,

2 Chronicles 5:12

12 Καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ἀσὰφ τῷ Αἰμὰν τῷ Ἰδιθοὺν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ τῶν ἐνδεδυμένων στολὰς βυσσίνας, ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις, ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου, καὶ μετʼ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξι.

Psalms 81:3

3 Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν·

Psalms 89:15

15 Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται,

Isaiah 1:13

13 οὐ προσθήσεσθαι. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστι· τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν,

Hosea 8:1

1 Εἰς κόλπον αὐτῶν, ὡς γῆ, ὡς ἀετὸς ἐπὶ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.

Joel 1:14

14 Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς,

Jeremiah 4:5

5 Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἀκουσθήτω ἐν Ἱερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξατε μέγα· εἴπατε, συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.

Joel 2:15-16

15 Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, 16 συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.

Exodus 18:21

21 Καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατούς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.

Numbers 1:4-16

4 Καὶ μεθʼ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατʼ οἴκους πατριῶν ἔσονται.
5 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθʼ ὑμῶν· τῶν Ῥουβήν, Ἐλισοὺρ υἱὸς Σεδιούρ. 6 Τῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 7 Τῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ. 8 Τῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ. 9 Τῶν Ζαβουλών, Ἐλιὰβ υἱὸς Χαιλών. 10 Τῶν υἱῶν Ἰωσήφ τῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ. 11 Τῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί. 12 Τῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαΐ. 13 Τῶν Ἀσὴρ, Φαγαϊὴλ υἱὸς Ἐχράν. 14 Τῶν Γὰδ, Ἐλισὰφ υἱὸς Ῥαγουήλ. 15 Τῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. 16 Οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι Ἰσραήλ εἰσι.

Numbers 7:2

2 Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς.

Deuteronomy 1:15

15 Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφʼ ὑμῶν χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν·

Numbers 2:3-9

3 Καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ. 4 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. 5 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ· 6 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών. 8 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 9 Πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα, ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτον ἐξαιροῦσι.

Numbers 10:6-7

6 Καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι Λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βοῤῥᾶν· σημασία σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν. 7 Καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ.

Numbers 10:14

14 Καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ναασσὼν υἱὸς Ἀμιναδάβ.

Isaiah 58:1

1 Ἀναβοήσον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.

Joel 2:1

1 Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγὺς,

Numbers 2:10-16

10 Τάγματα παρεμβολῆς Ῥουβὴν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ. 11 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 12 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 13 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. 14 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γὰδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ, Ἑλισὰφ υἱὸς Ῥαγουήλ. 15 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. 16 Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ῥουβὴν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.

Numbers 10:18

18 Καὶ ἐξῇραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισοὺρ υἱὸς Σεδιούρ.

Numbers 10:3-4

3 Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 4 Ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ.

Numbers 31:6

6 Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν, καὶ Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως· καὶ τὰ σκεύη τὰ ἅγια, καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν.

Joshua 6:4-16

4 5 Καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.
6 Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυὴ πρὸς τοὺς ἱερεῖς, καὶ εἶπεν αὐτοῖς, λέγων, παραγγείλατε τῷ λαῷ περιελθεῖν, καὶ κυκλῶσαι τὴν πόλιν· καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον Κυρίου. 7 Καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ Κυρίου, καὶ σημαινέτωσαν εὐτόνως· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐπακολουθείτω. 8 9 Οἱ δὲ μάχιμοι παραπορευέσθωσαν ἔμπροσθεν, καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου σαλπίζοντες. 10 Τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς, λέγων, μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηδεὶς τὴν φωνὴν ὑμῶν, ἕως ἂν ἡμέραν διαγγείλῃ αὐτὸς ἀναβοῆσαι, καὶ τότε ἀναβοήσετε· 11 Καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν, καὶ ἐκοιμήθη ἐκεῖ.
12 Καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη Ἰησοῦς τοπρωῒ, καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου. 13 Καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον Κυρίου· καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι, καὶ ὁ λοιπὸς ὄχλος ὄπισθεν τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου· καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἑξάκις ἐγγύθεν, 14 καὶ ἀπῆλθε πάλιν εἰς τὴν παρεμβολήν· οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας.
15 Καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου, καὶ περιήλθοσαν τὴν πόλιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἑπτάκις. 16 Καὶ ἐγένετο τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς· καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, κεκράξατε, παρέδωκε γὰρ Κύριος ὑμῖν τὴν πόλιν.

1 Chronicles 15:24

24 Καὶ Σοβνία, καὶ Ἰωσαφὰτ, καὶ Ναθαναὴλ, καὶ Ἀμασαῒ, καὶ Ζαχαρία, καὶ Βαναΐα, καὶ Ἐλιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ Ἀβδεδὸμ καὶ Ἰεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.

1 Chronicles 16:6

6 Καὶ Βαναίας καὶ Ὀζιὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξι διαπαντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ Θεοῦ.

2 Chronicles 13:12-15

12 Καὶ ἰδοὺ μεθʼ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφʼ ἡμᾶς. Οἱ υἱοὶ τοῦ Ἰσραὴλ, μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.
13 Καὶ Ἱεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν, καὶ ἐγένετο ἔμπροσθεν Ἰούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν. 14 Καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι. 15 Καὶ ἐβόησαν ἄνδρες Ἰούδα· καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ἰούδα, καὶ Κύριος ἐπάταξε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα.

Genesis 8:1

1 Καὶ ἀνεμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων, ὅσα ἦν μετʼ αὐτοῦ ἐν τῇ κιβωτῷ· καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ,

Joshua 6:5

5 Καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.

Judges 2:18

18 Καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτὰς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καί ἐκθλιβόντων αὐτούς.

Judges 3:27

27 Καὶ ἐγένετο ἡνίκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραὴλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφραὶμ, καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.

Judges 4:2-3

2 Καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναὰν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν. 3 Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ· καὶ αὐτὸς ἔθλιψε τὸν Ἰσραὴλ κατὰκράτος εἴκοσιν ἔτη.

Judges 6:9

9 καὶ ἐῤῥυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν· καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν.

Judges 6:34

34 Καὶ πνεῦμα Κυρίου ἐνέδυσε τὸν Γεδεὼν, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβοήσεν Ἀβιέζερ ὀπίσω αὐτοῦ.

Judges 7:16-21

16 Καὶ διεῖλε τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς, καὶ ἔδωκε κερατίνας ἐν χειρὶ πάντων, καὶ ὑδρίας κενὰς, καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις, 17 καὶ εἶπε πρὸς αὐτοὺς, ἀπʼ ἐμοῦ ὄψεσθε, καὶ οὕτω ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτω ποιήσετε. 18 Καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ, καὶ πάντες μετʼ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς, καὶ ἐρεῖτε, τῷ Κυρίῳ καὶ τῷ Γεδεών.
19 Καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετʼ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης· καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις, καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν. 20 Καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις, καὶ συνέτριψαν τὰς ὑδρίας, καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας, καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν· καὶ ἀνέκραξαν, ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 21 Καὶ ἔστησεν ἀνὴρ ἐφʼ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς· καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ, καὶ ἐσήμαναν, καὶ ἔφυγον.

Judges 10:8

8 Καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ· Ἰορδάνου ἐν γῇ τοῦ Ἀμοῤῥὶ τοῦ ἐν Γαλαάδ.

Judges 10:12

12 καὶ Σιδωνίων, καὶ Ἀμαλὲκ, καὶ Μαδιὰμ, οἳ ἔθλιψαν ὑμᾶς; καὶ ἐβοήσατε πρὸς μὲ, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν;

1 Samuel 10:18

18 Καὶ εἶπε πρὸς υἱοὺς Ἰσραὴλ, τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ λέγων, ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς.

2 Chronicles 13:14

14 Καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι.

Psalms 106:4

4 Μνήσθητι ἡμῶν Κύριε ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου·

Psalms 106:42

42 Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.

Psalms 136:23

23 Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

Isaiah 18:3

3 πάντες, ὡς χώρα κατοικουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.

Jeremiah 4:19

19 Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου, μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου

Jeremiah 4:21

21 Ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων;

Jeremiah 6:1

1 Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται·

Jeremiah 6:17

17 Καθέστακα ἐφʼ ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα.

Ezekiel 7:14

14 Σαλπίσατε ἐν σάλπιγγι, καὶ κρίνατε τὰ σύμπαντα.

Ezekiel 33:3-6

3 καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ, 4 καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται. 5 Ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτοῦ ἔσται· καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.
6 Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.

Hosea 5:8

8 Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὦν, ἐξέστη Βενιαμὶν,

Amos 3:6

6 Εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε;

Zephaniah 1:16

16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.

Exodus 28:29

29 23 Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. 24 Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. 25 Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον.

Exodus 30:16

16 Καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.

Leviticus 23:24

24 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν.

Leviticus 25:9-10

9 Διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. 10 Καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν· καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε.

Numbers 10:9

9 Ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.

Numbers 29:1

1 Καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνὸς, ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· ἡμέρα σημασίας ἔσται ὑμῖν.

Joshua 4:7

7 Καὶ σὺ δηλώσεις τῷ υἱῷ σου, λέγων, ὅτι ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.

1 Chronicles 15:28

28 Καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ, καὶ ἐν φωνῇ σωφὲρ, καὶ ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις.

1 Chronicles 16:42

42 Καὶ μετʼ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ Ἰδιθοὺν εἰς τὴν πύλην.

2 Chronicles 5:12-13

12 Καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ἀσὰφ τῷ Αἰμὰν τῷ Ἰδιθοὺν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ τῶν ἐνδεδυμένων στολὰς βυσσίνας, ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις, ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου, καὶ μετʼ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξι. 13 Καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ Κυρίῳ· καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου.

2 Chronicles 7:6

6 Καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες, καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου τοῦ Δαυὶδ τοῦ βασιλέως, τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυὶδ διὰ χειρὸς αὐτῶν· καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἑστηκώς.

2 Chronicles 29:26

26 Καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ, καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι.

2 Chronicles 29:28

28 Καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.

Ezra 3:10

10 Καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου· καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι, καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν Κύριον ἐπὶ χεῖρας Δαυὶδ βασιλέως Ἰσραήλ.

Nehemiah 12:35

35 Καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι, Ζαχαρίας υἱὸς Ἰωνάθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχοὺρ, υἱὸς Ἀσάφ·

Psalms 98:5-6

5 Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ. 6 Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης· ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίῳ.

Psalms 150:3

3 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Isaiah 27:13

13 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ

Isaiah 55:1-4

1 Οἱ διψῶντες, πορεύεσθε ἐφʼ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ. 2 Ἱνατί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.
3 Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακουλουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά. 4 Ἰδοὺ, μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.

Exodus 40:2

2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου.

Exodus 40:17

17 Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή.

Numbers 1:1

1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων,

Numbers 9:1

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων,

Numbers 9:5

5 ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινᾷ· καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.

Numbers 9:11

11 ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτὸ, ἐπʼ ἀζύμων καὶ πικρίδων φάγονται αὐτό.

Numbers 9:17-23

17 Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. 18 Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι· πάσας τὰς ἡμέρας ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. 19 Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ, καὶ οὐ μὴ ἐξάρωσι. 20 Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. 21 Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφʼ ἑσπέρας ἕως πρωῒ, καὶ ἀναβῇ ἡ νεφέλη τοπρωῒ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός. 22 Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπʼ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὐ μὴ ἀπάρωσιν. 23 Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι· τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

Genesis 21:21

21 Καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ· καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.

Exodus 13:20

20 Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον.

Exodus 19:1-2

1 Τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ, ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινά. 2 Καὶ ἀπῇραν ἐκ Ῥαφιδεὶν, καὶ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινὰ, καὶ παρενέβαλεν ἐκεῖ Ἰσραὴλ κατέναντι τοῦ ὄρους.

Exodus 40:36-37

36 Ἡνίκα δʼ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. 37 Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη.

Numbers 12:16

16 Καὶ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ Ἀσηρὼθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.

Numbers 13:3

3 Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.

Numbers 13:26

26 27 Καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης· καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς,

Numbers 33:15-16

15 Καὶ ἀπῇραν ἐκ Ῥαφιδὶν, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινά. 16 Καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σινᾶ, καὶ παρενέβαλον ἐν μνήμασι τῆς ἐπιθυμίας.

Deuteronomy 1:1

1 ΟΥΤΟΙ οἱ λόγοι οὓς ἐλάλησε Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀναμέσον Φαρὰν Τοφὸλ, καὶ Λοβὸν, καὶ Αὐλὼν, καὶ Καταχρύσεα.

Deuteronomy 1:19

19 Καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμοῤῥαίου, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Κάδης Βαρνή.

Deuteronomy 33:2

2 Καὶ εἶπε, Κύριος ἐκ Σινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν, σὺν μυριάσι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετʼ αὐτοῦ.

1 Samuel 25:1

1 Καὶ ἀπέθανε Σαμουὴλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ, καὶ κόπτονται αὐτὸν, καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἀρμαθαίμ· καὶ ἀνέστη Δαυὶδ, καὶ κατέβη εἰς τὴν ἔρημον Μαών.

Habakkuk 3:3

3 Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος· διάψαλμα· ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.

Numbers 9:23

23 Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι· τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

Deuteronomy 1:6

6 Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ, λέγων, ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ.

Genesis 49:8

8 Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.

Numbers 1:7

7 Τῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ.

Numbers 7:12

12 Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα.

Numbers 26:19-27

19 15(19) Υἱοὶ δὲ Ἰούδα, ῍Ηρ καὶ Αὐνάν· καὶ ἀπέθανεν ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν. 20 16(20) Καὶ ἐγένοντο οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ, δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς, δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ, δῆμος ὁ Ζαραΐ. 21 17(21) Καὶ ἐγένοντο οἱ υἱοὶ Φαρὲς, τῷ Ἀσρὼν, δῆμος ὁ Ἀσρωνί· τῷ Ἰαμοῦν, δῆμος ὁ Ἰαμουνί. 22 18(22) Οὗτοι δῆμοι τοῦ Ἰούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
23 19(23) Καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ, δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ, δῆμος ὁ Φουαΐ. 24 20(24) Τῷ Ἰασοὺβ, δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ, δῆμος ὁ Σαμραμί. 25 21(25) Οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
26 22(26) Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ, δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν, δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ, δῆμος ὁ Ἀλληλί. 27 23(27) Οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.

Numbers 1:8

8 Τῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ.

Numbers 7:18

18 Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκε Ναθαναὴλ υἱὸς Σωγὰρ, ὁ ἄρχων τῆς φυλῆς Ἰσσάχαρ.

Numbers 1:9

9 Τῶν Ζαβουλών, Ἐλιὰβ υἱὸς Χαιλών.

Numbers 7:24

24 Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Σαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών.

Numbers 1:51

51 Καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενῆς ὁ προσπορευόμενος ἀποθανέτω.

Numbers 3:25-26

25 Καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, 26 καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ.

Numbers 3:36-37

36 Ἡ ἐπίσκεψις τῆς φυλακῆς υἱῶν Μεραρὶ, τὰς κεφαλίδας τῆς σκηνῆς, καὶ τοὺς μοχλοὺς αὐτῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ τὰ ἔργα αὐτῶν, 37 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους, καὶ τοὺς κάλους αὐτῶν.

Numbers 4:21-33

21 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 22 λάβε τὴν ἀρχὴν τῶν υἱῶν Γεδσὼν, καὶ τούτους κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, 23 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτοὺς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 24 Αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσὼν, λειτουργεῖν καὶ αἴρειν. 25 Καὶ ἀρεῖ τὰς δέῤῥεις τῆς σκηνῆς, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ κάλυμμα αὐτῆς, καὶ τὸ κατακάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπʼ αὐτῆς ἄνωθεν, καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, 26 καὶ τὰ ἱστία τῆς αὐλῆς, ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσὰ, καὶ πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, ποιήσουσι. 27 Κατὰ στόμα Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν κατὰ πάσας τὰς λειτουργίας αὐτῶν, καὶ κατὰ πάντα τὰ ἔργα αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνόματος πάντα τὰ ἀρτὰ ὑπʼ αὐτῶν. 28 Αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
29 Οἱ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, ἐπισκέψασθε αὐτοὺς, 30 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτοὺς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου. 31 Καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπʼ αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεφαλίδας τῆς σκηνῆς, καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς, καὶ τὸ κατακάλυμμα, καὶ αἱ βάσεις αὐτῶν, καὶ οἱ στύλοι αὐτῶν, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς, 32 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ αἱ βάσεις αὐτῶν, καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους αὐτῶν, καὶ τοὺς κάλους αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ πάντα τὰ λειτουργήματα αὐτῶν· ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς, καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπʼ αὐτῶν. 33 Αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρὶ ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

Numbers 7:6-8

6 Καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις. 7 Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν. 8 Καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

Numbers 1:5

5 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθʼ ὑμῶν· τῶν Ῥουβήν, Ἐλισοὺρ υἱὸς Σεδιούρ.

Numbers 7:35

35 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἑλισοὺρ υἱοῦ Σεδιούρ.

Numbers 26:5-18

5 Ῥουβὴν πρωτότοκος Ἰσραήλ· υἱοὶ δὲ Ῥουβὴν Ἐνὼχ, καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοὺ, δῆμος τοῦ Φαλλουί. 6 Τῷ Ἀσρὼν, δῆμος τοῦ Ἀσρωνί· τῷ Χαρμὶ, δῆμος τοῦ Χαρμί. 7 Οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
8 Καὶ υἱοὶ Φαλλοὺ, Ἑλιὰβ. 9 Καὶ υἱοὶ Ἑλιὰβ, Ναμουὴλ, καὶ Δαθὰν, καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς· οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ, ἐν τῇ ἐπισυστάσει Κυρίου. 10 Καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ Κορὲ, ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ· 11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.
12 Καὶ οἱ υἱοὶ Συμεὼν, ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ, δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν, δῆμος Ἰαχινί· 13 Τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ, δῆμος ὁ Σαουλί. 14 Οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
15 24(15) Υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν, δῆμος ὁ Σαφωνί· τῷ Ἀγγὶ, δῆμος ὁ Ἀγγί· τῷ Σουνὶ, δῆμος ὁ Σουνί· 16 25(16) Τῷ Ἀζενὶ, δῆμος ὁ Ἀζενί· τῷ Ἀδδὶ, δῆμος ὁ Ἀδδί· 17 26(17) Τῷ Ἀροαδὶ, δῆμος ὁ Ἀροαδί· τῷ Ἀριὴλ, δῆμος ὁ Ἀριηλί. 18 27(18) Οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.

Numbers 1:6

6 Τῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί.

Numbers 7:36

36 Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί.

Numbers 1:14

14 Τῶν Γὰδ, Ἐλισὰφ υἱὸς Ῥαγουήλ.

Numbers 2:14

14 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γὰδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ, Ἑλισὰφ υἱὸς Ῥαγουήλ.

Numbers 7:42

42 Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γάδ, Ἐλισὰφ υἱὸς Ῥαγουήλ.

Numbers 2:17

17 Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθʼ̓ ἡγεμονίας.

Numbers 3:27-32

27 Τῷ Καὰθ δῆμος ὁ Ἀμρὰμ εἷς, καὶ δῆμος ὁ Ἰσσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρὼν εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καάθ, κατὰ ἀριθμόν. 28 Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἐξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων. 29 Οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ Λίβα. 30 Καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ, Ἑλισαφὰν υἱὸς Ὀζιήλ.
31 Καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς, καὶ ἡ τράπεζα, καὶ ἡ λυχνία, καὶ τὰ θυσιαστήρια, καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα, καὶ πάντα τὰ ἔργα αὐτῶν. 32 Καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.

Numbers 4:4-16

4 Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων. 5 Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου, 6 καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς.
7 Καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει, καὶ οἱ ἄρτοι οἱ διαπαντὸς ἐπʼ αὐτῆς ἔσονται. 8 Καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι διʼ αὐτῆς τοὺς ἀναφορεῖς. 9 Καὶ λήψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λαβίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς. 10 Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπʼ ἀναφορέων. 11 Καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ.
12 Καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις· καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς. 13 Καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπʼ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον. 14 Καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ πάντα τὰ σκεύη, ὅσοις λειτουργοῦσιν ἐπʼ αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήψονται ἱμάτιον πορφυροῦν, καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, 15 καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
16 Ἐπίσκοπος Ἐλεάζαρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, τὸ ἔλαιον τοῦ φωτὸς, καὶ τὸ θυμίαμα τῆς συνθέσεως, καὶ ἡ θυσία ἡ καθʼ̓ ἡμέραν, καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς, καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ, ἐν πᾶσι τοῖς ἔργοις.

Numbers 4:20

20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια, καὶ ἀποθανοῦνται.

Numbers 7:9

9 Καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπʼ ὤμων ἀροῦσιν.

Numbers 10:17

17 Καὶ καθελοῦσι τὴν σκηνὴν, καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν, καὶ οἱ υἱοὶ Μεραρὶ, οἱ αἴροντες τὴν σκηνήν.

1 Chronicles 15:2

2 Τότε εἶπε Δαυὶδ, οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλʼ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου, καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.

1 Chronicles 15:12-15

12 καὶ εἶπεν αὐτοῖς, ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν, καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, οὗ ἡτοίμασα αὐτῇ. 13 Ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι, διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι. 14 Καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ Ἰσραήλ. 15 Καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφὴν, ἐν ἀναφορεῦσιν ἐπʼ αὐτούς.

Genesis 48:19

19 Καὶ οὐκ ἠθέλησεν, ἀλλ' εἶπεν, οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.

Numbers 1:10

10 Τῶν υἱῶν Ἰωσήφ τῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ.

Numbers 2:18-24

18 Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ. 19 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
20 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ. 21 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. 22 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμὶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί. 23 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. 24 Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραὶμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν· σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.

Numbers 7:48

48 Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ.

Numbers 26:23-41

23 19(23) Καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ, δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ, δῆμος ὁ Φουαΐ. 24 20(24) Τῷ Ἰασοὺβ, δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ, δῆμος ὁ Σαμραμί. 25 21(25) Οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
26 22(26) Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ, δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν, δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ, δῆμος ὁ Ἀλληλί. 27 23(27) Οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
28 32(28) Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν, Μανασσῆ καὶ Ἐφραίμ.
29 33(29) Υἱοὶ Μανασσῆ, Τῷ Μαχὶρ, δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷ Γαλαὰδ, δῆμος ὁ Γαλααδί. 30 34(30) Καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ, δῆμος ὁ Ἀχιεζερί· τῷ Χελὲγ, δῆμος ὁ Χελεγί. 31 35(31) Τῷ Ἐσριὴλ, δῆμος ὁ Ἐσριηλί· τῷ Συχὲμ, δῆμος ὁ Συχεμί· 32 36(32) Τῷ Συμαὲρ, δῆμος ὁ Συμαερί· καὶ τῷ Ὀφὲρ, δῆμος ὁ Ὀφερί. 33 37(33) Καὶ τῷ Σαλπαὰδ, υἱῷ Ὀφὲρ, οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλʼ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσά. 34 38(34) Οὗτοι δῆμοι Μανασσῆ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
35 39(35) Καὶ οὗτοι υἱοὶ Ἐφραίμ· τῷ Σουθαλὰ, δῆμος ὁ Σουθαλάν· τῷ Τανὰχ, δῆμος ὁ Ταναχί. 36 40(36) Οὗτοι υἱοὶ Σουθαλά· τῷ Ἐδὲν, δῆμος ὁ Ἐδενί. 37 41(37) Οὗτοι δῆμοι Ἐφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν.
38 42(38) Υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ, δῆμος ὁ Βαλί· τῷ Ἀσυβὴρ, δῆμος ὁ Ἀσυβηρί· τῷ Ἰαχιρὰν, δῆμος ὁ Ἰαχιρανί. 39 43(39) Τῷ Σωφὰν, δῆμος ὁ Σωφανί. 40 44(40) Καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ, Ἀδὰρ, καὶ Νοεμάν· τῷ Ἀδὰρ, δῆμος ὁ Ἀδαρί· καὶ τῷ Νοεμὰν, δῆμος ὁ Νοεμανί. 41 45(41) Οὗτοι οἱ υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι.

Psalms 80:1-2

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τῷ Ἀσὰφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.
Ὁ Ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι, 2 ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

Numbers 7:54

54 Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ.

Numbers 1:11

11 Τῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί.

Numbers 7:60

60 Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί.

Genesis 49:16-17

16 Δὰν κρινεῖ τὸ λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. 17 Καὶ γενηθήτω Δὰν ὄφις ἐφʼ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,

Numbers 1:12

12 Τῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαΐ.

Numbers 2:25-31

25 Τάγμα παρεμβολῆς Δὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί. 26 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 27 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσὴρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν. 28 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 29 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλὶ, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. 30 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 31 Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν, ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.

Numbers 7:66

66 Τῇ ἡμέρῃ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί.

Numbers 26:42-51

42 46(42) Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ, δῆμος ὁ Σαμεΐ, οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. 43 47(43) Πάντες οἱ δῆμοι Σαμεῒ κατʼ ἐπισκοπὴν αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
44 28(44) Υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰεσοὺ, δῆμος ὁ Ἰεσουΐ· τῷ Βαριὰ, δῆμος ὁ Βαριαΐ. 45 29(45) Τῷ Χοβὲρ, δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ, δῆμος ὁ Μελχιηλί. 46 30(46) Καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ, Σάρα. 47 31(47) Οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.
48 Υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ Ἀσιὴλ· δῆμος ὁ Ἀσιηλί· τῷ Γαυνὶ, δῆμος ὁ Γαυνί· 49 Τῷ Ἰεσὲρ, δῆμος ὁ Ἰεσερί· τῷ Σελλὴμ, δῆμος ὁ Σελλημί. 50 Οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι.
51 Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

Deuteronomy 25:17-18

17 Μνήσθητι ὅσα ἐποίησέ σοι Ἀμαλὴκ ἐν τῇ ὁδῷ, ἐκπορευομένου σου ἐκ γῆς Αἰγύπτου, 18 πῶς ἀντέστη σοι ἐν τῇ ὁδῷ, καὶ ἔκοψέ σου τὴν οὐραγίαν τοὺς κοπιῶντας ὀπίσω σου, σὺ δὲ ἐπείνας καὶ ἐκοπίας· καὶ οὐκ ἐφοβήθη τὸν Θεόν.

Joshua 6:9

9 Οἱ δὲ μάχιμοι παραπορευέσθωσαν ἔμπροσθεν, καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου σαλπίζοντες.

Isaiah 52:12

12 Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ ἐπισυνάγων ὑμᾶς Θεὸς Ἰσραήλ.

Isaiah 58:8

8 Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.

Numbers 1:13

13 Τῶν Ἀσὴρ, Φαγαϊὴλ υἱὸς Ἐχράν.

Numbers 7:72

72 Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν.

Numbers 1:15

15 Τῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν.

Numbers 7:78

78 Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν.

Numbers 2:34

34 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν, καὶ οὕτως ἐξῇρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.

Numbers 10:35-36

35 Καὶ ἐν τῇ καταπαύσει εἶπεν, ἐπίστρεφε Κύριε χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ. 36 Καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπʼ αὐτοῖς ἡμέρας, ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

Numbers 24:4-5

4 φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. 5 Ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραήλ.

Song of Songs 6:10

10 Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι;

Genesis 12:7

7 Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἅβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.

Genesis 13:15

15 ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.

Genesis 15:18

18 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου·

Genesis 32:12

12 Σὺ δὲ εἶπας, εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.

Exodus 2:18

18 Παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν· ὁ δὲ εἶπεν αὐταῖς, διατί ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον;

Exodus 3:1

1 Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ.

Exodus 3:8

8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαίων, καὶ Εὐαίων, καὶ Ἰεβουσαίων.

Exodus 6:7-8

7 Καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ, καὶ ἔσομαι ὑμῶν Θεός· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων. 8 Καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.

Exodus 18:1

1 Ἤκουσε δὲ Ἰοθὸρ ἱερεὺς Μαδιὰμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησε Κύριος Ἰσραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου.

Exodus 18:27

27 Ἐξαπέστειλε δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρὸν, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

Numbers 23:19

19 Οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδʼ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι, αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;

Judges 1:16

16 Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.

Judges 4:11

11 Καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ· καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές.

1 Samuel 15:6

6 Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον, ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκίτου, μὴ προσθῶ σε μετʼ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Ἀμαλήκ.

Psalms 34:8

8 Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνήρ ὃς ἐλπίζει ἐπʼ αὐτόν.

Isaiah 2:3

3 Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.

Jeremiah 50:5

5 Ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδὸν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι, καὶ ἥξουσι, καὶ καταφεύξονται πρὸς Κύριον τὸν Θεόν· διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.

Zechariah 8:21-23

21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες, πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου, καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. 22 Καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἱερουσαλὴμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου.
23 Τάδε λέγει Κύριος παντοκράτωρ, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες, πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθʼ ὑμῶν ἐστι.

Genesis 12:1

1 Καὶ εἶπε Κύριος τῷ Ἅβραμ, ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.

Genesis 31:30

30 Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;

Ruth 1:15-17

15 Καὶ εἶπε Νωεμĩν πρὸς Ῥοὺθ, ἰδοὺ ἀνέστρεψε σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου. 16 Εἶπε δὲ Ῥοῦθ, μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε, ἢ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου, λαός μου, καὶ ὁ Θεός σου, Θεός μου· 17 Καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος, καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.

Psalms 45:10

10 Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.

Job 29:15

15 Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.

Psalms 32:8

8 Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.

Deuteronomy 10:18

18 ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.

Psalms 22:27-31

27 Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. 28 Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. 29 Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 30 καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. 31 Καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.

Psalms 67:5-7

5 Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 6 Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, 7 εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Exodus 19:3

3 Καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ Θεοῦ· καὶ ἐκάλεσεν αὐτὸν ὁ Θεὸς ἐκ τοῦ ὄρους, λέγων, τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ, καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ.

Exodus 24:17-18

17 Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ. 18 Καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης, καὶ ἀνέβη εἰς τὸ ὄρος· καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

Exodus 33:14-15

14 Καὶ λέγει, αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. 15 Καὶ λέγει πρὸς αὐτόν, εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν.

Numbers 10:12

12 Καὶ ἐξῇραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινᾶ· καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.

Deuteronomy 1:33

33 ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς, δεικνύων ὑμῖν τὴν ὁδὸν καθʼ ἣν πορεύεσθε ἐπʼ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.

Deuteronomy 9:9

9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο Κύριος πρὸς ὑμᾶς. Καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον.

Deuteronomy 31:26

26 λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου, θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ὑμῶν· καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον.

Joshua 3:2-6

2 Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς, 3 καὶ ἐνετείλαντο τῷ λαῷ, λέγοντες, ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτὴν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν, καὶ πορεύσεσθε ὀπίσω αὐτῆς. 4 Ἀλλὰ μακρὰν ἔστω ἀναμέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδὸν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπʼ ἐχθὲς καὶ τρίτης ἡμέρας.
5 Καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ, ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά. 6 Καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν, ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ προπορεύεσθε τοῦ λαοῦ· καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.

Joshua 3:11-17

11 Ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ἰορδάνην. 12 Προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἕνα ἀφʼ ἑκάστης φυλῆς. 13 Καὶ ἔσται, ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
14 Καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ. 15 Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ̓ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. 17 Καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

Judges 20:27

27 ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ ἐν ταῖς ἡμέραις ἐκείναις,

1 Samuel 4:3

3 Καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολὴν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραὴλ, κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλὼμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.

Psalms 95:11

11 Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Isaiah 28:12

12 λέγοντες αὐτοῖς, τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι, καὶ τοῦτο τὸ σύντριμμα· καὶ οὐκ ἠθέλησαν ἀκούειν.

Isaiah 66:1

1 Οὕτωσ λέγει Κύριος, ὁ οὐρανός μου θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου;

Jeremiah 3:16

16 Καὶ ἔσται ἐὰν πληθυνθῆτε, καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, κιβωτὸς διαθήκης ἁγίου Ἰσραὴλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται, οὐδὲ ἐπισκεφθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.

Jeremiah 6:16

16 Τάδε λέγει Κύριος, στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους· καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· Καὶ εἶπαν, οὐ πορευσόμεθα.

Jeremiah 31:8-9

8 Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολὺν, καὶ ἀποστρέψουσιν ὧδε. 9 Ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μού ἐστιν.

Ezekiel 20:6

6 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.

Exodus 13:21-22

21 Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός. 22 Οὐκ ἐξέλιπε δὲ ὁ στῦλος τῆς νεφέλης ἡμέρας, καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς, ἐναντίον τοῦ λαοῦ παντός.

Numbers 9:15-23

15 Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ. 16 Οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα.

Nehemiah 9:12

12 Καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας, καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα, τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.

Nehemiah 9:19

19 Καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ, τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπʼ αὐτῶν ἡμέρας, ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ, καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα, φωτίζειν αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.

Psalms 105:39

39 Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.

Deuteronomy 7:10

10 καὶ ἀποδιδοὺς τοῖς μισοῦσι κατὰ πρόσωπον ἐξολοθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσι· κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς.

Deuteronomy 32:41

41 Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω.

Psalms 68:1-2

1 Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμὸς ᾠδῆς.
Αναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ. 2 Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.

Psalms 132:8

8 Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.

Isaiah 17:12-14

12 Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε· καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει. 13 Ὡς ὕδωρ πολὺ ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα,
14 Πρὸς ἑσπέραν καὶ ἔσται πένθος, πρὶν ἢ πρωῒ, καὶ οὐκ ἔσται· αὕτη ἡ μερὶς τῶν προνομευσάντων ὑμᾶς, καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.

Isaiah 51:9

9 Ἐξεγείρου ἐξεγείρου Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. Οὐ σὺ εἶ

Genesis 24:60

60 Καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπαν αὐτῇ, ἀδελφὴ ἡμῶν εἶ, γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.

Deuteronomy 1:10

10 Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.

Psalms 90:13-17

13 Ἐπίστρεψον Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. 14 Ἐνεπλήσθημεν τοπρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα· καὶ εὐφράνθημεν· ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, 15 ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. 16 Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. 17 Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς.

Isaiah 63:17

17 Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.