Numbers 21 Cross References - Brenton_Greek

1 Καὶ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς Ἀρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν Ἰσραὴλ ὁδὸν Ἀθαρεὶν, καὶ ἐπολέμησε πρὸς Ἰσραὴλ, καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2 Καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ, καὶ εἶπεν, ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3 Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς Ἰσραὴλ, καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ· καὶ ἀνεθεμάτισεν αὐτὸν, καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἀνάθεμα.
4 Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρᾶν, περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5 Καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ, λέγοντες, ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ· ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. 6 Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαὸν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. 7 Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν, ἔλεγον, ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου, καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφʼ ἡμῶν τὸν ὄφιν. Καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ· 8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. 9 Καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου· καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη.
10 Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ παρενέβαλον ἐν Ὠβώθ. 11 Καὶ ἐξάραντες ἐξ Ὠβὼθ, καὶ παρενέβαλον ἐν Ἀχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωὰβ, κατʼ ἀνατολὰς ἡλίου. 12 Καὶ ἐκεῖθεν ἀπῇραν, καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ. 13 Καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμοῤῥαίων· ἔστι γὰρ Ἀρνῶν ὅρια Μωὰβ, ἀναμέσον Μωὰβ καὶ ἀναμέσον τοῦ Ἀμοῤῥαίου. 14 Διὰ τοῦτο λέγεται ἐν βιβλίῳ, πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάῤῥους Ἀρνῶν. 15 Καὶ τοὺς χειμάῤῥους κατέστησε κατοικίσαι Ἤρ· καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.
16 Καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν, συνάγαγε τὸν λαὸν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. 17 Τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος, ἐξάρχετε αὐτῷ φρέαρ, 18 ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν· καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν, 19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ, καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμὼθ, καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανὴν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ, ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.
20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμοῤῥαίων, λόγοις εἰρηνικοῖς, λέγων, 21 παρελευσόμεθα διὰ τῆς γῆς σου, τῇ ὁδῷ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν, οὔτε εἰς ἀμπελῶνα· 22 Οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου. 23 Καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον· καὶ ἦλθεν εἰς Ἰασσὰ, καὶ παρετάξατο τῷ Ἰσραήλ. 24 Καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρας, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ, ἀπὸ Ἀρνῶν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμὰν, ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι. 25 Καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων, ἐν Ἐσεβὼν, καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ. 26 Ἔστι γὰρ Ἐσεβὼν, πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμοῤῥαίων ἐστιν· καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον· καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ, ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν. 27 Διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί, ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών· 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηὼν, καὶ κατέφαγεν ἕως Μωὰβ, καὶ κατέπιε στήλας Ἀρνῶν. 29 Οὐαί σοι Μωὰβ, ἀπώλου λαὸς Χαμώς· ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμοῤῥαίων Σηὼν, 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἐσεβὼν ἕως Δαιβών· καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.
31 Κατώκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων. 32 Καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ· καὶ κατελάβοντο αὐτὴν, καὶ τὰς κώμας αὐτῆς, καὶ ἐξέβαλον τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐκεῖ. 33 Καὶ ἐπιστρέψαντες, ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς, καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν. 34 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών. 35 Καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.

Numbers 13:21-22

21 22 Καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ῥοὸβ, εἰσπορευομένων Αἰμάθ. 22 23 Καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον, καὶ ἀπῆλθον ἕως Χεβρὼν, καὶ ἐκεῖ Ἀχιμὰν, καὶ Σεσσὶ, καὶ Θελαμί, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου.

Numbers 14:45

45 Καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτρέψαντο αὐτοὺς, καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν.

Numbers 33:40

40 Καὶ ἀκούσας ὁ Χανανὶς βασιλεὺς Ἀρὰδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χαναὰν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ·

Deuteronomy 2:32

32 Καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἰασσά.

Joshua 7:5

5 Καὶ ἀπέκτειναν ἀπʼ αὐτῶν ἄνδρες Γαὶ εἰς τριακονταὲξ ἄνδρας, καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης, καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ, καὶ ἐγένετο ὥσπερ ὕδωρ.

Joshua 11:19-20

19 Καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ἰσραήλ· πάντα ἐλάβοσαν ἐν πολέμῳ. 20 Ὅτι διὰ Κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ἰσραὴλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλʼ ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν.

Joshua 12:14

14 βασιλέα Ἑρμὰθ, βασιλέα Ἀδὲρ,

Judges 1:16

16 Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.

Psalms 44:3-4

3 Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλὰ ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι ηὐδόκησας ἐν αὐτοῖς.
4 Σὺ εἶ αὐτὸς ὁ Βασιλεύς μου καὶ ὁ Θεὸς μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ.

Genesis 28:20

20 Καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων, ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετʼ ἐμοῦ, καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι,

Leviticus 27:28-29

28 Πᾶν δὲ ἀνάθεμα, ὃ ἂν ἀναθῇ ἄνθρωπος τῷ Κυρίῳ ἀπὸ πάντων, ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται· πᾶν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τῷ Κυρίῳ. 29 Καὶ πᾶν ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων, οὐ λυτρωθήσεται, ἀλλὰ θανάτῳ θανατωθήσεται.

Deuteronomy 13:15

15 ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν, καὶ πάντα τὰ ἐν αὐτῇ.

Joshua 6:17

17 Καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.

Joshua 6:26

26 Καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον Κυρίου, λέγων, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ προωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. Καὶ οὕτως ἐποίησεν Ὁζᾶν ὁ ἐκ Βαιθὴλ· ἐν τῷ Ἀβιρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησε τὰς πύλας αὐτῆς.

Judges 11:30

30 Καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ καὶ εἶπεν, ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν τῇ χειρί μου,

1 Samuel 1:11

11 Καὶ ηὔξατο εὐχὴν Κυρίῳ, λέγουσα, Ἀδωναῒ Κύριε ἐλωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

2 Samuel 15:7-8

7 Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν, καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ, πορεύσομαι δὴ, καὶ ἀποτίσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ Κυρίῳ ἐν Χεβρών· 8 Ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ, λέγων, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ἱερουσαλὴμ, καὶ λατρεύσω τῷ Κυρίῳ.

Psalms 56:12-13

12 Ἐν ἐμοί ὁ Θεὸς εὐχαί, ἃς ἀποδώσω αἰνέσεώς σου. 13 Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, εὐαρεστήσω ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.

Psalms 116:18

18 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,

Psalms 132:2

2 ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ·

Deuteronomy 1:44

44 Καὶ ἐξῆλθεν ὁ Ἀμοῤῥαῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν, καὶ κατεδίωξαν ὑμᾶς ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ.

1 Samuel 30:30

30 καὶ τοῖς ἐν Ἱεριμοὺθ, καὶ τοῖς ἐν Βηρσαβεὲ, καὶ τοῖς ἐν Νομβὲ

Psalms 10:17

17 Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου·

Psalms 91:15

15 Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.

Psalms 102:17

17 Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.

Exodus 6:9

9 Ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς Ἰσραήλ· καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας, καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.

Numbers 14:25

25 Ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν.

Numbers 20:18-23

18 Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ, οὐ διελεύσῃ διʼ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. 19 Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ, παρά τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα. 20 Ὁ δὲ εἶπεν, οὐ διελεύσῃ διʼ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. 21 Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπʼ αὐτοῦ. 22 Καὶ ἀπῇραν ἐκ Κάδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς Ὢρ τὸ ὄρος.
23 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς Ἐδὼμ, λέγων,

Numbers 20:27

27 Καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος, ἐναντίον πάσης τῆς συναγωγῆς

Numbers 32:7

7 Καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς;

Numbers 32:9

9 καὶ ἀνέβησαν Φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ἰσραὴλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς.

Numbers 33:41

41 καὶ ἀπῇραν ἐξ Ὢρ τοῦ ὄρους, καὶ παρενέβαλον εἰς Σελμωνά.

Deuteronomy 1:40

40 Καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης.

Deuteronomy 2:5-8

5 Μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον, οὐ γὰρ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ἡσαῦ τὸ ὄρος τὸ Σηείρ. 6 Ἀργυρίου βρώματα ἀγοράσατε παρʼ αὐτῶν καὶ φάγεσθε, καὶ ὕδωρ μέτρῳ λήψεσθε παρʼ αὐτῶν ἀργυρίου καὶ πίεσθε. 7 Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν εὐλόγησέ σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεός σου μετὰ σοῦ· οὐκ ἐπεδεήθης ῥήματος.
8 Καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ἡσαῦ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ, παρὰ τὴν ὁδὸν τὴν Ἄραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γεσιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωάβ.

Judges 11:18

18 καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσε τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωάβ· καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ, καὶ παρενέβαλεν ἐν πέραν Ἀρνὼν, καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωὰβ, ὅτι Ἀρνὼν ὅριον Μωάβ.

Exodus 14:11

11 Καὶ εἶπαν πρὸς Μωυσῆν, παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ· τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ Αἰγύπτου;

Exodus 15:24

24 Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ, λέγοντες, τί πιόμεθα;

Exodus 16:2-3

2 διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρών. 3 Καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραὴλ, ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξήγαγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.

Exodus 16:7-8

7 καὶ πρωῒ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ Θεῷ· ἡμεῖς δὲ τί ἐσμεν, ὅτι διαγογγύζετε καθʼ ἡμῶν; 8 Καὶ εἶπε Μωυσῆς, ἐν τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωῒ εἰς πλησμονὴν, διὰ τὸ εἰσακοῦσαι Κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθʼ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθʼ ἡμῶν ἐστιν ὁ γογγυσμὸς ὑμῶν, ἀλλʼ ἢ κατὰ τοῦ Θεοῦ.

Exodus 16:15

15 Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος τῷ ἑτέρῳ, τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν· εἶπε δὲ Μωυσῆς αὐτοῖς, οὗτος ὁ ἄρτος, ὃν ἔδωκε Κύριος ὑμῖν φαγεῖν.

Exodus 16:31

31 Καὶ ἐπωνόμασαν αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ, Μάν· ἦν δὲ ὡσεὶ σπέρμα κορίου λευκόν· τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι.

Exodus 17:2-3

2 Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν, λέγοντες, δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν· καὶ εἶπεν αὐτοῖς Μωυσῆς, τί λοιδορεῖσθέ μοι, καὶ τί πειράζετε Κύριον; 3 Ἐδίψησε δὲ ἐκεῖ ὁ λαὸς ὕδατι· καὶ διεγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν, λέγοντες, ἱνατί τοῦτο; ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει;

Numbers 11:1-9

1 Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργῇ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς. 2 Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. 3 Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐμπυρισμός· ὅτι ἐξεκαύθη ἐν αὐτοῖς παρὰ Κυρίου. 4 Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, τίς ἡμᾶς ψωμιεῖ κρέα; 5 Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικύους, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόρδα. 6 Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. 7 Τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου ἐστί, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου. 8 Καὶ διεπορεύετο ὁ λαὸς, καὶ συνέλεγον, καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυΐᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας· καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου. 9 Καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτὸς, κατέβαινε τὸ μάννα ἐπʼ αὐτῆς.

Numbers 14:1-4

1 Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ, ἐνέδωκε φωνήν· καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην. 2 Καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ· καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή, Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐν γῇ ἐρήμῳ ταύτῃ, εἰ ἀπεθάνομεν· 3 καὶ ἱνατί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον. 4 Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, δῶμεν ἀρχηγὸν, καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.

Numbers 16:13-14

13 Μὴ μικρὸν τοῦτο, ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν; 14 Ἄρχων εἰ καὶ σὺ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας; τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας; οὐκ ἀναβαίνομεν.

Numbers 16:41

41 Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, λέγοντες, ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.

Numbers 17:12

12 Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν, λέγοντες, ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα.

Psalms 68:6

6 Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.

Psalms 78:19

19 Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;

Psalms 78:24-25

24 καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. 25 Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.

Proverbs 27:7

7 Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.

Genesis 3:14-15

14 15 Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. 15 16 Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.

Deuteronomy 8:15

15 τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων, καὶ σκορπίος, καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ· τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος·

Isaiah 14:29

29 Μὴ εὐφρανθείητε οἱ ἀλλόφυλοι πάντες, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι.

Isaiah 30:6

6 Ἡ ὍΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ἘΝ ΤΗ ἘΡΗΜΩΙ.
Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτούς.

Jeremiah 8:17

17 Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς

Amos 9:3-4

3 Ἐὰν ἐγκατακρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω, καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήξεται αὐτούς. 4 Καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ, καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπʼ αὐτοὺς εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά.

Genesis 20:7

7 Νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.

Exodus 8:8

8 Καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπεν, εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπʼ ἐμοῦ, καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ· καὶ ἐξαποστελῶ αὐτούς, καὶ θύσωσι τῷ Κυρίῳ.

Exodus 8:28

28 Καὶ εἶπε Φαραὼ, ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ· ἀλλʼ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον.

Exodus 9:27-28

27 Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπεν αὐτοῖς, ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς. 28 Εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ, καὶ χάλαζαν, καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν.

Exodus 32:11

11 Καὶ ἐδεήθη Μωυσῆς ἔναντι Κυρίου τοῦ Θεοῦ, καὶ εἶπεν, ἱνατί, Κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ;

Exodus 32:30

30 Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπε Μωυσῆς πρὸς τὸν λαόν, ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν Θεὸν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν.

Numbers 11:2

2 Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ.

Numbers 14:17-20

17 Καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς, Κύριε, ὃν τρόπον εἶπας, λέγων, 18 Κύριος μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς. 19 Ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως ἐγένου αὐτοῖς ἀπʼ Αἰγύπτου ἕως τοῦ νῦν.
20 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου.

Deuteronomy 9:20

20 Καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτὸν, καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ.

Deuteronomy 9:26-29

26 Καὶ ηὐξάμην πρὸς τὸν Θεὸν, καὶ εἶπα, Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ. 27 Μνήσθητι Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου, καὶ τὰ ἀσεβήματα, καὶ ἐπὶ τὰ ἁμαρτήματα αὐτῶν. 28 Μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες, παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς, ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς. 29 Καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

1 Samuel 12:19-23

19 Καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουὴλ, πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν, αἰτήσαντες ἑαυτοῖς βασιλέα.
20 Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην· πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου, καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν· 21 Καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν, καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν. 22 Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς εἰς λαόν. 23 Καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν· καὶ δουλεύσω τῷ Κυρίῳ, καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν·

1 Samuel 15:24

24 Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, ἡμάρτηκα, ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν, καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν.

1 Samuel 15:30

30 Καὶ εἶπε Σαοὺλ, ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.

1 Kings 13:6

6 Καὶ εἶπεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ· καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτὸν, καὶ ἐγένετο καθὼς τοπρότερον.

Job 42:8

8 Νῦν δὲ λάβετε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριοὺς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ διʼ αὐτὸν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ.

Job 42:10

10 Ὁ δὲ Κύριος ηὔξησε τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκε δὲ ὁ Κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.

Psalms 78:34

34 Ὅταν ἀπέκτειναν αὐτοὺς, ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν.

Psalms 106:23

23 Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι.

Jeremiah 15:1

1 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν.

Jeremiah 37:3

3 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν Ἰωάχαλ υἱὸν Σελεμίου, καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς Ἱερεμίαν λέγων, πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον.

Hosea 5:15

15 Πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι, καὶ ζητήσουσι τὸ πρόσωπόν μου.

Psalms 106:43-45

43 Πλεονάκις ἐῤῥύσατο αὐτούς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν· καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. 44 Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. 45 Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ.

Psalms 145:8

8 Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.

2 Kings 18:4

4 Αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.

Isaiah 45:22

22 Ἐπιστράφητε ἐπʼ ἐμὲ, καὶ σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος.

Zechariah 12:10

10 Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυὶδ, καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ, ἀνθʼ ὧν κατωρχήσαντο· καὶ κόψονται ἐπʼ αὐτὸν κοπετὸν, ὡς ἐπʼ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην, ὡς ἐπὶ τῷ πρωτοτόκῳ.

Numbers 33:43-45

43 Καὶ ἀπῇραν ἐκ Φινὼ, καὶ παρενέβαλον ἐν Ὠβώθ.
44 Καὶ ἀπῇραν ἐξ Ὠβὼθ, καὶ παρενέβαλον ἐν Γαῒ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωάβ. 45 Καὶ ἀπῇραν ἐκ Γαῒ, καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ.

Deuteronomy 2:13-14

13 Νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρέτ.
14 Καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρὲτ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσε πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσε Κύριος ὁ Θεὸς αὐτοῖς.

Numbers 21:14

14 Διὰ τοῦτο λέγεται ἐν βιβλίῳ, πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάῤῥους Ἀρνῶν.

Numbers 22:36

36 Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαὰμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωὰβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Ἀρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων.

Deuteronomy 2:24

24 Νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνῶν· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον, καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν· σύναπτε πρὸς αὐτὸν πόλεμον ἐν τῇ ἡμέρᾳ ταύτῃ.

Isaiah 16:2

2 Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφηρημένος, ἔσῃ θύγατερ Μωὰβ. ἔπειτα δέ Ἀρνῶν πλείονα

Jeremiah 48:20

20 Κατῃσχύνθη Μωὰβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν, ὅτι ὤλετο Μωὰβ,

Joshua 10:13

13 Καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν· καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.

2 Samuel 1:18

18 Καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.

Numbers 21:28

28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηὼν, καὶ κατέφαγεν ἕως Μωὰβ, καὶ κατέπιε στήλας Ἀρνῶν.

Deuteronomy 2:9

9 Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ ἐχθραίνετε τοῖς Μωαβίταις, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Ἀροὴρ κληρονομεῖν.

Deuteronomy 2:18

18 σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Ἀροὴρ,

Deuteronomy 2:29

29 Καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἡσαῦ οἱ κατοικοῦντες ἐν Σηεὶρ, καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ, ἕως ἂν παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν.

Isaiah 15:1

1 ΤΟ ῬΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ.
Νυκτὸσ ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.

Exodus 17:6

6 Ὅδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σε ἐπὶ τῆς πέτρας ἐν Χωρήβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. Ἐποίησε δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραήλ.

Numbers 20:8

8 λάβε τὴν ῥάβδον σου, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν.

Judges 9:21

21 Καὶ ἔφυγεν Ἰωάθαμ καὶ ἀπέδρα, καὶ ἐπορεύθη ἕως Βαιὴρ, καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ.

Isaiah 12:3

3 Καὶ ἀντλήσατε ὕδωρ μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.

Isaiah 41:17-18

17 Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, 18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς.

Isaiah 43:20

20 Εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν,

Isaiah 49:10

10 Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλʼ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς.

Exodus 15:1-2

1 Τότε ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ, καὶ εἶπαν, λέγοντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. 2 Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.

Judges 5:1

1 Καὶ ἦσαν Δεββῶρα καὶ Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες,

Psalms 105:2

2 Ἄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.

Psalms 106:12

12 Καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, καὶ ᾖνεσαν τὴν αἴνεσιν αὐτοῦ.

Isaiah 12:1-2

1 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. 2 Ἰδοὺ ὁ Θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

Isaiah 12:5

5 Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάση τῇ γῇ.

Numbers 33:45-47

45 Καὶ ἀπῇραν ἐκ Γαῒ, καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ. 46 Καὶ ἀπῇραν ἐκ Δαιβὼν Γὰδ, καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθαίμ. 47 Καὶ ἀπῇραν ἐκ Γελμὼν Δεβλαθαὶμ, καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρὶμ, ἀπέναντι Ναβαῦ.

Deuteronomy 5:31

31 Σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτοὺς, καί ποιείτωσαν οὕτως ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.

Deuteronomy 33:4

4 νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.

2 Chronicles 17:7-9

7 Καὶ ἐν τῷ ἔτει τρίτῳ τῆς βασιλείας αὐτοῦ ἀπέστειλε τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Ἀβδιὰν, καὶ Ζαχαρίαν, καὶ Ναθαναὴλ, καὶ Μιχαίαν, τοῦ διδάσκειν ἐν πόλεσιν Ἰούδα. 8 Καὶ μετʼ αὐτῶν οἱ Λευῖται, Σαμαίας, καὶ Ναθανίας, καὶ Ζαβδίας, καὶ Ἀσιὴλ, καὶ Σεμιραμὼθ, καὶ Ἰωνάθαν, καὶ Ἀδωνίας, καὶ Τωβίας, καὶ Τωβαδωνίας, Λευῖται, καὶ οἱ μετʼ αὐτῶν Ἐλισαμὰ, καὶ Ἰωρὰμ, οἱ ἱερεῖς. 9 Καὶ ἐδίδασκον ἐν Ἰούδᾳ, καὶ μετʼ αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐδίδασκον τὸν λαόν.

Nehemiah 3:1

1 Καὶ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας, καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς, καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ἀναμεήλ.

Nehemiah 3:5

5 Καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωῒμ, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.

Isaiah 33:22

22 Ὁ γὰρ Θεὸς μου μέγας ἐστίν· οὐ παρελεύσεταί με Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.

Numbers 22:1

1 Καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ.

Numbers 23:14

14 Καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου· καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς, καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

Numbers 23:28

28 Καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον.

Numbers 26:63

63 Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.

Numbers 33:49-50

49 Καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀναμέσον Αἰσιμώθ, ἕως Βελσᾶ κατὰ δυσμὰς Μωάβ.
50 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ, λέγων,

Deuteronomy 1:5

5 ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ, ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον, λέγων,

Deuteronomy 3:27

27 Ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ Λίβα καὶ ἀνατολὰς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.

Deuteronomy 4:49

49 πᾶσαν τὴν Ἄραβα πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου ὑπὸ Ἀσηδὼθ τὴν λαξευτήν.

Deuteronomy 34:1

1 Καὶ ἀνέβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγὰ, ἥ ἐστιν ἐπὶ προσώπου Ἰεριχώ· καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν,

Numbers 20:14-19

14 Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων, τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς. 15 Καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν. 16 Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου. 17 Παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα διʼ ἀγρῶν, οὐδὲ διʼ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. 18 Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ, οὐ διελεύσῃ διʼ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. 19 Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ, παρά τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα.

Deuteronomy 2:26-28

26 Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἐσεβὼν λόγοις εἰρηνικοῖς, λέγων, 27 παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ πορεύσομαι, οὐκ ἐκκλινῶ δεξιὰ οὐδʼ ἀριστερά. 28 Βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι· καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσί·

Judges 11:19-21

19 Καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς Σηὼν βασιλέα τοῦ Ἀμοῤῥαίου βασιλέα Ἐσεβών, καὶ εἶπεν αὐτῷ Ἰσραὴλ, παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν. 20 Καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασὰ, καὶ παρετάξατο πρὸς Ἰσραήλ. 21 Καὶ παρέδωκε Κύριος ὁ Θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ πᾶσαν τὴν γῆν τοῦ Ἀμμοραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην

Numbers 20:17

17 Παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα διʼ ἀγρῶν, οὐδὲ διʼ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.

Numbers 20:21

21 Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπʼ αὐτοῦ.

Deuteronomy 2:30-32

30 Καὶ οὐκ ἠθέλησε Σηὼν βασιλεὺς Ἐσεβὼν παρελθεῖν ἡμᾶς διʼ αὐτοῦ, ὅτι ἐσκλήρυνε Κύριος ὁ Θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ, καὶ κατίσχυσε τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
31 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον, καὶ τὴν γῆν αὐτοῦ, ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. 32 Καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἰασσά.

Deuteronomy 29:7-8

7 Καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου· καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν, καὶ Ὢγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ. Καὶ ἐπατάξαμεν αὐτοὺς, 8 καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν, καὶ τῷ Γαδδὶ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.

Judges 11:20

20 Καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασὰ, καὶ παρετάξατο πρὸς Ἰσραήλ.

Isaiah 15:4

4 Ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ἕως Ἰασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῶν· διατοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

Jeremiah 48:34

34 ἀπὸ κραυγῆς Ἐσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως Ὠρωναὶμ, καὶ ἀγγεελιαν σαλισία, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται.

Genesis 32:22

22 Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ.

Numbers 21:13

13 Καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμοῤῥαίων· ἔστι γὰρ Ἀρνῶν ὅρια Μωὰβ, ἀναμέσον Μωὰβ καὶ ἀναμέσον τοῦ Ἀμοῤῥαίου.

Numbers 32:1-4

1 Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαάδ· καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι· 2 Καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ, εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς, λέγοντες, 3 Ἀταρὼθ, καὶ Δαιβὼν, καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιάν, 4 τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, γῆ κτηνοτρόφος ἐστὶ, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει.

Numbers 32:33-42

33 Καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ, καὶ τοῖς υἱοῖς Ῥουβὴν, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμοῤῥαίων, καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. 34 Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν, καὶ τὴν Ἀταρὼθ, καὶ τὴν Ἀροὴρ, 35 καὶ τὴν Σοφὰρ, καὶ τὴν Ἰαζὴρ, καὶ ὕψωσαν αὐτάς, 36 καὶ τὴν Ναμρὰμ, καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς, καὶ ἐπαύλεις προβάτων. 37 Καὶ οἱ υἱοὶ Ῥουβὴν ᾠκοδόμησαν τὴν Ἐσεβὼν, καὶ Ἐλεάλην, καὶ Καριαθὰμ, 38 καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ τὴν Σεβαμὰ· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν. 39 Καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσῆ εἰς Γαλαὰδ, καὶ ἔλαβεν αὐτὴν, καὶ ἀπώλεσε τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. 40 Καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ. 41 Καὶ Ἰαῒρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη, καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν, καὶ ἐπωνόμασεν αὐτὰς Ἐπαύλεις Ἰαΐρ. 42 Καὶ Ναβαὺ ἐπορεύθη, καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.

Deuteronomy 2:31-37

31 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον, καὶ τὴν γῆν αὐτοῦ, ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. 32 Καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἰασσά. 33 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν· καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ. 34 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρείαν. 35 Πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν, καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν 36 ἐξ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάῤῥου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς· τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 37 Πλὴν ἐγγὺς υἱῶν Ἀμμὰν οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάῤῥου Ἰαβὸκ, καὶ τάς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν.

Deuteronomy 3:16

16 Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάῤῥου Ἀρνῶν μέσον τοῦ χειμάῤῥου ὅριον καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάῤῥους ὅριον τοῖς υἱοῖς Ἀμμάν.

Deuteronomy 29:7

7 Καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου· καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν, καὶ Ὢγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ. Καὶ ἐπατάξαμεν αὐτοὺς,

Joshua 9:10

10 καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν.

Joshua 12:1-3

1 Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ, καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφʼ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπʼ ἀνατολῶν. 2 Σηὼν τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν, κυριεύων ἀπὸ Ἀρνῶν, ἣ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβὸκ, ὅρια υἱῶν Ἀμμών. 3 Καὶ Ἄραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατʼ ἀνατολὰς, καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἀσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά.

Joshua 13:8-10

8 Ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ· ταῖς δυσὶ φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ῥουβὴν, καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατʼ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου, 9 ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβάν· 10 Πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβών ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν·

Joshua 24:8

8 Καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν Ἀμοῤῥαίων τῶν κατοικούντων πέραν τοῦ Ἰορδάνου, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν· καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν.

Judges 11:21-23

21 Καὶ παρέδωκε Κύριος ὁ Θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ πᾶσαν τὴν γῆν τοῦ Ἀμμοραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην 22 ἀπὸ Ἀρνὼν καὶ ἕως τοῦ Ἰαβὸκ, καὶ ἀπὸ τοῦ ἐρήμου ἕως τοῦ Ἰορδάνου. 23 Καὶ νῦν Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐξῇρε τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ἰσραὴλ, καὶ σὺ κληρονομήσεις αὐτόν;

Judges 12:1-2

1 Καὶ ἐβόησεν ἀνὴρ Ἐφραὶμ, καὶ παρῆλθαν εἰς βοῤῥᾶν, καὶ εἶπαν πρὸς Ἰεφθάε, διατί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν, καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί. 2 Καὶ εἶπε πρὸς αὐτοὺς Ἰεφθάε, ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.

Judges 21:8

8 Καὶ εἶπαν, τίς εἷς ἀπὸ φυλῶν Ἰσραὴλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; Καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ἰαβεῖς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν.

Nehemiah 9:22

22 Καὶ ἔδωκας αὐτοῖς βασιλείας, καὶ λαοὺς ἐμέρισας αὐτοῖς· καὶ ἐκληρονόμησαν τὴν γῆν Σηὼν βασιλέως Ἐσεβὼν, καὶ τὴν γῆν Ὢγ βασιλέως τοῦ Βασάν.

Psalms 135:10-12

10 Ὃς ἐπάταξεν ἔθνη πολλὰ, καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς· 11 τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάσας Χαναάν· 12 Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ.

Psalms 136:19

19 Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Amos 2:9

9 Ἐγὼ δὲ ἐξῇρα τὸν Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου, τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν.

Numbers 21:31

31 Κατώκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων.

Deuteronomy 2:12

12 Καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χοῤῥαῖος τὸ πρότερον, καὶ υἱοὶ Ἡσαῦ ἀπώλεσαν αὐτοὺς, καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν· καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν, ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκε Κύριος αὐτοῖς.

Song of Songs 7:4

4 Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ.

Isaiah 16:8-9

8 Τὰ πεδία Ἐσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς, ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ πρὸς τὴν υάλασσαν. 9 Διατοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.

Jeremiah 48:2

2 Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ, γαυρίαμα ἐν Ἐσεβὼν, ἐλογίσαντο ἐπʼ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται· ὄπισθέν σου βαδιεῖται μάχαιρα,

Jeremiah 48:45

Ezekiel 16:46

46 Ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου, ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.

Ezekiel 16:49

49 Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία, ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο.

Ezekiel 16:53

53 Καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν·

Amos 2:10

10 Καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμοῤῥαίων.

Isaiah 14:4

4 Καὶ λήψη τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος,
Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;

Habakkuk 2:6

6 Οὐχὶ ταῦτα πάντα κατʼ αὐτοῦ παραβολὴν λήψονται, καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν, οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.

Numbers 21:15

15 Καὶ τοὺς χειμάῤῥους κατέστησε κατοικίσαι Ἤρ· καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.

Numbers 22:41

41 Καὶ ἐγενήθη πρωΐ· καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαάμ, ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ, καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

Judges 9:20

20 Εἰ δὲ οὔ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ, καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλὼ· καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων, καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼν, καὶ καταφάγοι τὸν Ἀβιμέλεχ.

Isaiah 10:16

16 καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.

Isaiah 15:1-2

1 ΤΟ ῬΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ.
Νυκτὸσ ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. 2 Λυπεῖσθε ἐφʼ ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβὼν, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος· ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι.

Jeremiah 48:45-46

Amos 1:4

4 Καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται τὰ θεμέλια υἱοῦ Ἄδερ.

Amos 1:7

7 Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς.

Amos 1:10

10 Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς.

Amos 1:12

12 Καὶ ἐξαποστελῶ πῦρ εἰς Θαμὰν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.

Amos 1:14

14 Καὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ῥαββὰθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς,

Amos 2:2

2 Καὶ ἐξαποστελῶ πῦρ εἰς Μωὰβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.

Amos 2:5

5 Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.

Judges 11:24

24 οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμὼς ὁ θεὸς σου, αὐτὰ κληρονομήσεις, καὶ τοὺς πάντας, οὓς ἐξῇρε Κύριος ὁ Θεὸς ἡμῶν ἀπὸ προσώπου ὑμῶν, αὐτοὺς κληρονομήσομεν;

1 Kings 11:7

7 Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν,

1 Kings 11:33

33 Ἀνθʼ ὧν ἐγκατέλιπέ με, καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, καὶ τοῖς εἰδώλοις Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

2 Kings 23:13

13 Καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἱερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσθὰθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων, καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ, καὶ τῷ Μολχὸλ βδελύγματι υἱῶν Ἀμὼν, ἐμίανεν ὁ βασιλεύς.

Isaiah 15:5

5 Ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγώρ· δάμαλις γάρ ἐστι τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ, πρὸς σε κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ, σύντριμμα καὶ σεισμός.

Jeremiah 48:7

7 Ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασί σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ, καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα.

Jeremiah 48:13

13 Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπʼ αὐτοῖς.

Jeremiah 48:46

Genesis 49:23

23 Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων.

Numbers 32:3

3 Ἀταρὼθ, καὶ Δαιβὼν, καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιάν,

Numbers 32:34

34 Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν, καὶ τὴν Ἀταρὼθ, καὶ τὴν Ἀροὴρ,

Joshua 13:17

17 καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ, καὶ Δαιβὼν, καὶ Βαιμὼν Βαὰλ καὶ οἴκου Μεελβὼθ

2 Samuel 11:24

24 Καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλος σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε.

Psalms 18:14

14 καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς.

Isaiah 15:2

2 Λυπεῖσθε ἐφʼ ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβὼν, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος· ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι.

Isaiah 15:9

9 Τὸ δὲ ὕδωρ τὸ Δειμὼν πλησθήσεται αἵματος, ἐπάξω γὰρ ἐπὶ Δειμὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀριὴλ, καὶ τὸ κατάλοιπον Ἄδαμά.

Jeremiah 48:18

18 Κατάβηθι ἀπὸ δόξης, καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη· Δαιβών ἐκτριβήσεται, ὅτι ὤλετο Μωὰβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου.

Jeremiah 48:22

22 καὶ ἐπὶ Δαιβὼν, καὶ ἐπὶ Ναβαῦ, καὶ ἐπʼ οἶκον Δαιβλαθαὶμ,

Deuteronomy 3:16-17

16 Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάῤῥου Ἀρνῶν μέσον τοῦ χειμάῤῥου ὅριον καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάῤῥους ὅριον τοῖς υἱοῖς Ἀμμάν. 17 Καὶ ἡ Ἄραβα καὶ ὁ Ἰορδάνης ὅριον Μαχαναρὲθ, καὶ ἕως θαλάσσης Ἄραβα, θαλάσσης ἁλυκῆς ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν.

Joshua 12:1-6

1 Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ, καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφʼ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπʼ ἀνατολῶν. 2 Σηὼν τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν, κυριεύων ἀπὸ Ἀρνῶν, ἣ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβὸκ, ὅρια υἱῶν Ἀμμών. 3 Καὶ Ἄραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατʼ ἀνατολὰς, καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἀσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά. 4 Καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραῒν, 5 ἄρχων ἀπὸ ὄρους Ἀερμὼν καὶ ἀπὸ Σεκχαὶ, καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ, καὶ τὴν Μαχὶ, καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως Ἐσεβών. 6 Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς· καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν, καὶ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.

Joshua 13:8-12

8 Ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ· ταῖς δυσὶ φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ῥουβὴν, καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατʼ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου, 9 ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβάν· 10 Πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβών ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν· 11 Καὶ τὴν Γαλααδίτιδα, καὶ τὰ ὅρια Γεσιρὶ, καὶ τοῦ Μαχατί, πᾶν ὄρος Ἀερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Ἀχά· 12 Πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς, καὶ ἐξωλόθρευσε.

Numbers 32:1

1 Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαάδ· καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι·

Numbers 32:35

35 καὶ τὴν Σοφὰρ, καὶ τὴν Ἰαζὴρ, καὶ ὕψωσαν αὐτάς,

Jeremiah 48:32

32 Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι ἄμπελος Ἀσερημὰ, κλήματά σου διῆλθε θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο, ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσε.

Numbers 32:33

33 Καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ, καὶ τοῖς υἱοῖς Ῥουβὴν, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμοῤῥαίων, καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.

Deuteronomy 1:4

4 μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμοῤῥαίων τὸν κατοικήσαντα ἐν Ἐσεβὼν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραῒν,

Deuteronomy 3:1-6

1 Καὶ ἐπιστραφέντες, ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἑδραΐμ. 2 Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ φοβηθῇς αὐτὸν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ, ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών. 3 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
4 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρʼ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν. 5 Πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλὰ, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα· 6 Ἐξωλοθρεύσαμεν, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβὼν, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας, καὶ τὰ παιδία,

Deuteronomy 4:47

47 Καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ, καὶ τὴν γῆν Ὢγ βασιλέως τῆς Βασὰν, δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου,

Deuteronomy 32:14

14 Βούτυρον βοῶν, καὶ γάλα προβάτων, μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον.

Joshua 12:4

4 Καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραῒν,

Joshua 13:12

12 Πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς, καὶ ἐξωλόθρευσε.

Joshua 13:30

30 Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαὰν καὶ πᾶσα βασιλεία Βασὰν, καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν, καὶ πάσας τὰς κώμας Ἰαῒρ, αἵ εἰσιν ἐν τῇ Βασανίτιδι, ἑξήκοντα πόλεις.

Psalms 22:12

12 Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με.

Psalms 68:15

15 Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.

Isaiah 33:9

9 Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλιλαία, καὶ ὁ Χέρμελ.

Ezekiel 27:6

6 ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ.

Ezekiel 39:18

18 Κρέα γιγάντων φάγεσθε, καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε· κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.

Amos 4:1

1 Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος, αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυναστεύουσαι πτωχοὺς, καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν, ἐπίδοτε ἡμῖν ὅπως πίωμεν.

Numbers 14:9

9 Ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπʼ αὐτῶν· ὁ δὲ Κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.

Numbers 21:24-25

24 Καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρας, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ, ἀπὸ Ἀρνῶν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμὰν, ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι. 25 Καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων, ἐν Ἐσεβὼν, καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ.

Deuteronomy 3:2-3

2 Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ φοβηθῇς αὐτὸν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ, ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών. 3 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.

Deuteronomy 3:11

11 Ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν· ἐννέα πήχεων τὸ μῆκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.

Deuteronomy 7:24

24 Καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολοθρεύσῃς αὐτούς.

Deuteronomy 20:3

3 ἄκουε Ἰσραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν· μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε, μηδὲ θραύεσθε, μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν.

Deuteronomy 31:6

6 Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, μηδὲ δειλιάσης, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθʼ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.

Joshua 8:7

7 Ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας, καὶ πορεύσεσθε εἰς τὴν πόλιν.

Joshua 10:8

8 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς αὐτοὺς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν.

Joshua 10:25

25 Καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτοὺς, μὴ φοβηθῆτε αὐτοὺς, μηδὲ δειλιάσητε, ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.

1 Samuel 23:4

4 Καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλὰ, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.

2 Samuel 5:19

19 Καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου, λέγων, εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους, καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυὶδ, ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

1 Kings 20:13

13 Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθε τῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ, καὶ εἶπε, τάδε λέγει Κύριος, εἰ ἑώρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖράς σας, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.

1 Kings 20:28

28 Καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Συρία, Θεὸς ὀρέων Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.

2 Kings 3:18

18 Καὶ κούφη αὐτὴ ἐν ὀφθαλμοῖς Κυρίου· καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν.

Psalms 135:10-11

10 Ὃς ἐπάταξεν ἔθνη πολλὰ, καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς· 11 τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάσας Χαναάν·

Isaiah 41:13

13 Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι,

Deuteronomy 3:3-17

3 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
4 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρʼ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν. 5 Πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλὰ, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα· 6 Ἐξωλοθρεύσαμεν, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβὼν, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας, καὶ τὰ παιδία, 7 καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
8 Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάῤῥου Ἀρνῶν καὶ ἕως Ἀερμών. 9 Οἱ Φοίνικες ἐπονομάζουσι τὸ Ἀερμὼν Σανιὼρ, καὶ ὁ Ἀμοῤῥαῖος ἐπωνόμασεν αὐτὸ Σανίρ. 10 Πᾶσαι πόλεις Μισὼρ, καὶ πᾶσα Γαλαὰδ, καὶ πᾶσα Βασὰν ἕως Ἑλχᾶ καὶ Ἑδραῒμ, πόλεις βασιλείας τοῦ Ὢγ ἐν τῇ Βασάν. 11 Ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν· ἐννέα πήχεων τὸ μῆκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. 12 Καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάῤῥου Ἀρνῶν, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ῥουβὴν καὶ τῷ Γάδ. 13 Καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ, καὶ πᾶσαν τὴν Βασὰν βασιλείαν Ὢγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσῆ, καὶ πᾶσαν περίχωρον Ἀργὸβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ῥαφαῒν λογισθήσεται. 14 Καὶ Ἰαῒρ υἱὸς Μανασσῆ ἔλαβε πᾶσαν τὴν περίχωρον Ἀργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Θαὐὼθ Ἰαῒρ ἕως τῆς ἡμέρας ταύτης. 15 Καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ.

Psalms 136:17-21

17 Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 18 Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 19 Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 20 Καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 21 Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.