Judges 15:1 Cross References - Brenton_Greek

1 Καὶ ἐγένετο μεθʼ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν, καὶ εἶπεν, εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου καὶ εἰς τὸ ταμιεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν.

Genesis 6:4

4 Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ μετʼ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν αὐτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπʼ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.

Genesis 29:21

21 Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι ὅπως εἰσέλθω πρὸς αὐτήν.

Genesis 38:17

17 Ὁ δὲ εἶπεν, ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου· ἡ δὲ εἶπεν, ἐὰν δῷς μοι ἀῤῥαβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.