Joshua 15:28 Cross References - Brenton_Greek

28 καὶ Χολασεωλὰ, καὶ Βηρσαβεὲ· καὶ αἱ κῶμαι αὐτῶν, καὶ αἱ ἐπαύλεις αὐτῶν,

Genesis 21:14

14 Ἀνέστη δὲ Ἁβραὰμ τὸ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκε τῇ Ἄγαρ· καὶ ἐπέθηκεν ἐπὶ τὸν ὤμον αὐτῆς τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν· Ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.

Genesis 21:31-33

31 Διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ· ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι. 32 Καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ· ἀνέστη δὲ Ἀβιμέλεχ, Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιχὸλ ὁ ἀρχιστράτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ. 33 Καὶ ἐφύτευσεν Ἁβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου· καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.

Genesis 26:33

33 Καὶ ἐκάλεσεν αὐτῶ, Ὅρκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ, Φρέαρ Ὅρκου, ἕως τῆς σήμερον ἡμέρας.

Joshua 19:2-3

2 Καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ, καὶ Σαμαὰ, καὶ Κωλαδὰμ, 3 καὶ Ἀρσωλὰ, καὶ Βωλὰ, καὶ Ἰασὸν,

1 Chronicles 4:28

28 Καὶ κατῴκησαν ἐν Βηρσαβεὲ, καὶ Μωλαδὰ, καὶ ἐν Ἐσηρσουὰλ,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.