Joshua 16 Cross References - Brenton_Greek

1 Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν· καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά, 2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ, καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθί. 3 Καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. 4 Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσὴφ, Ἐφραῒμ καὶ Μανασσῆ·
5 Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραῒμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπʼ ἀνατολῶν Ἀταρὼθ, καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω, καὶ Γαζαρά. 6 Καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βοῤῥᾶ Θερμά· περιελεύσεται ἐπʼ ἀνατολὰς εἰς Θηνασὰ, καὶ Σελλης, καὶ παρελεύσεται ἀπʼ ἀνατολῶν εἰς Ἰανωκὰ, 7 καὶ εἰς Μαχώ, καὶ Ἀταρὼθ, καὶ αἱ κῶμαι αὐτῶν· καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ, καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην. 8 Καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά· καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραῒμ κατὰ δήμους αὐτῶν.
9 Καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραῒμ ἀναμέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10 Καὶ οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραῒμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν αὐτὴν, καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί· καὶ τοὺς Χαναναίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ, ἐξεκέντησαν· καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.

Joshua 8:15

15 Καὶ εἶδε, καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ἰσραὴλ ἀπὸ προσώπου αὐτῶν.

Joshua 15:61

61 καὶ Βαδδαργεὶς, καὶ Θαραβαὰμ, καὶ Αἰνὼν,

Joshua 18:12

12 Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βοῤῥᾶ· ἀπὸ τοῦ Ἰορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ἱεριχὼ ἀπὸ βοῤῥᾶ, καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών.

2 Kings 2:19-21

19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιὲ, ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ, καὶ ἡ γῆ ἀτεκνουμένη. 20 Καὶ εἶπεν Ἑλισαιὲ, λάβετέ μοι ὑδρίσκην καινὴν, καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον, καὶ ἤνεγκαν πρὸς αὐτόν. 21 Καὶ ἐξῆλθεν Ἑλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔῤῥιψεν ἐκεῖ ἅλα, καὶ εἶπε, τάδε λέγει Κύριος, ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.

Genesis 28:19

19 Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.

Joshua 18:13

13 Καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς αὐτῆς· αὕτη ἐστὶ Βαιθήλ· καὶ καταβήσεται τὰ ὅρια Μααταρὼβ Ὀρὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς Λίβα Βαιθωρὼν ἡ κάτω,

Judges 1:22-26

22 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ· καὶ Κύριος ἦν μετʼ αὐτῶν. 23 Καὶ παρενέβαλον, καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά.
24 καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως, καὶ ἔλαβον αὐτόν· καὶ εἶπον αὐτῷ, δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος. 25 Καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως· καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας· τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν. 26 Καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττίν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.

2 Samuel 16:16

16 Καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλὼμ, καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, ζήτω ὁ βασιλεύς.

1 Chronicles 27:33

33 Ἀχιτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως·

Numbers 34:6

6 Καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.

Joshua 10:33

33 Τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς· καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους, καὶ τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.

1 Kings 9:15-17

1 Chronicles 7:24

24 Καὶ ἡ θυγάτηρ αὐτοῦ Σαραά· καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις· καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω· καὶ υἱοὶ Ὀζὰν Σεηρὰ,

1 Chronicles 7:28

28 Καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατʼ ἀνατολὰς Νοαρὰν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς, καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γάζης, καὶ αἱ κῶμαι αὐτῆς,

2 Chronicles 8:5

5 Καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν ἄνω καὶ τὴν Βαιθωρὼν τὴν κάτω, πόλεις ὀχυράς· τείχη, πύλαι, καὶ μοχλοί·

Joshua 17:14

14 Ἀντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῖ, λέγοντες, διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα, καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με.

Joshua 16:2

2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ, καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθί.

Joshua 17:7

7 Καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανὰθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν Ἀνὰθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ἰαμὶν καὶ Ἰασσὶβ ἐπὶ πηγὴν Θαφθώθ.

Joshua 18:1

1 Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἡ γῆ ἐκρατήθη ὑπʼ αὐτῶν.

Numbers 33:48

48 Καὶ ἀπῇραν ἀπὸ τῶν ὀρέων Ἀβαρὶμ, καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.

Joshua 3:16

16 Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ.

Joshua 6:1

1 Καὶ Ἱεριχὼ συγκεκλεισμένη καὶ ὠχυρωμένη, καὶ οὐδεὶς ἐξεπορεύετο ἐξ αὐτῆς, οὐδὲ εἰσεπορεύετο.

Joshua 6:26

26 Καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον Κυρίου, λέγων, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ προωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. Καὶ οὕτως ἐποίησεν Ὁζᾶν ὁ ἐκ Βαιθὴλ· ἐν τῷ Ἀβιρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησε τὰς πύλας αὐτῆς.

Joshua 12:17

17 βασιλέα Ταφοὺτ, βασιλέα Ὀφὲρ,

Joshua 16:3-6

3 Καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. 4 Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσὴφ, Ἐφραῒμ καὶ Μανασσῆ·
5 Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραῒμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπʼ ἀνατολῶν Ἀταρὼθ, καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω, καὶ Γαζαρά. 6 Καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βοῤῥᾶ Θερμά· περιελεύσεται ἐπʼ ἀνατολὰς εἰς Θηνασὰ, καὶ Σελλης, καὶ παρελεύσεται ἀπʼ ἀνατολῶν εἰς Ἰανωκὰ,

Joshua 17:8-9

8 Τῷ Μανασσῇ ἔσται· καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ, τοῖς υἱοῖς Ἐφραΐμ. 9 Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ Λίβα κατὰ φάραγγα Ἰαριὴλ· τερέβινθος τῷ Ἐφραῒμ ἀναμέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βοῤῥᾶν εἰς τὸν χειμάῤῥουν· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα

Joshua 19:28

28 καὶ Ἐλβὼν, καὶ Ῥαὰβ, καὶ Ἐμεμαὼν, καὶ Κανθὰν, ἕως Σιδῶνος, τῆς μεγάλης.

Joshua 17:9

9 Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ Λίβα κατὰ φάραγγα Ἰαριὴλ· τερέβινθος τῷ Ἐφραῒμ ἀναμέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βοῤῥᾶν εἰς τὸν χειμάῤῥουν· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα

Numbers 33:52-55

52 Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε. 53 Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ κατοικήσετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ. 54 Καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν· τοῖς πλείοσι πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἂν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ, ἐκεῖ αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε. 55 Ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ὑμῖν ἐπὶ τῆς γῆς, ἐφʼ ἣν ὑμεῖς κατοικήσετε.

Deuteronomy 7:1-2

1 Ἐὰν δὲ εἰσάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ ἐξάρῃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσσαῖον καὶ Ἀμοῤῥαῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν· 2 καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς· ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτοὺς,

Joshua 15:63

63 Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλὴμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.

Joshua 17:13

13 Καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολοθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλόθρευσαν.

Judges 1:29

29 Καὶ Ἐφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ καὶ ἐγένετο εἰς φόρον.

1 Kings 9:16

1 Kings 9:21

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.