Job 14:9 Cross References - Brenton_Greek

9 ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν, ὥσπερ νεόφυτον.

Ezekiel 17:3-10

3 καὶ ἐρεῖς, τάδε λέγει Κύριος,
Ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, 4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά. 5 Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφʼ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό. 6 Καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν, τοῦ ἐπιφαίνεσθαι αὐτὴν τὰ κλήματα αὐτῆς ἐπʼ αὐτό καὶ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν· καὶ ἐγένετο εἰς ἄμπελον, καὶ ἐποίησεν ἀπώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.
7 Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, πολὺς ὄνυξι· καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτὸν, καὶ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς. 8 Εἰς πεδίον καλὸν ἐφʼ ὕδατι πολλῷ αὕτη πιαίνεται, τοῦ ποιεῖν βλαστοὺς, καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
9 Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται; καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς· 10 Καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψασθαι αὐτῆς ἀνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.

Ezekiel 17:22-24

22 Διότι τάδε λέγει Κύριος, καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου ἐκ κορυφῆς, καρδίας αὐτῶν ἀποκνιῶ, καὶ καταφυτεύσω ἐγὼ ἐπʼ ὄρος ὑψηλὸν, 23 καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ· καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην· καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται· τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται. 24 Καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω.

Ezekiel 19:10

10 Ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ῥόᾳ, ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.