Job 14:10 Cross References - Brenton_Greek

10 Ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἐστί.

Genesis 49:33

33 Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ· καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε· καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

Job 3:11

11 Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;

Job 7:7-10

7 Μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. 8 Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί· 9 Ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ· ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾄδην, οὐκ ἔτι μὴ ἀναβῇ, 10 οὐδʼ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.

Job 10:18

18 Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε,

Job 11:20

20 Σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.

Job 14:12

12 Ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.

Job 17:13-16

13 Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. 14 Θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. 15 Ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπὶς, ἦ τὰ ἀγαθά μου ὄψομαι; 16 Ἦ μετʼ ἐμοῦ εἰς ᾅδην καταβήσομαι; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;

Job 19:26

26 ἀναστήσει τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,

Proverbs 14:32

32 Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβὴς, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.