Jeremiah 49:1 Cross References - Brenton_Greek

1 ΤΟΙΣ ΥΙΟΙΣ ἈΜΜΩΝ οὕτωσ εἶπε Κύριος, μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παραληψόμενος οὐκ ἔστιν αὐτοῖς; διατί παρέλαβε Μελχὸλ τὴν Γαλαὰδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει;

Genesis 19:38

38 Ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμὰν, λέγουσα, υἱὸς γένους μου· οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.

Deuteronomy 2:19

19 καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς, μηδὲ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ.

Deuteronomy 23:3

3 Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως εἰς τὸν αἰῶνα·

Judges 10:7-8

7 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν Ἰσραὴλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιῒμ, καὶ ἐν χειρὶ υἱῶν Ἀμμών. 8 Καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ· Ἰορδάνου ἐν γῇ τοῦ Ἀμοῤῥὶ τοῦ ἐν Γαλαάδ.

Judges 11:13-15

13 Καὶ εἶπε βασιλεὺς υἱῶν Ἀμμὼν πρὸς τοὺς ἀγγέλους Ἰεφθάε, ὅτι ἔλαβεν Ἰσραὴλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Ἀρνὼν ἕως Ἰαβὸκ καὶ ἕως τοῦ Ἰορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορεύσομαι.
14 Καὶ προσέθηκεν ἔτι Ἰεφθάε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμών. 15 Καὶ εἶπεν αὐτῷ, οὕτω λέγει Ἰεφθάε, οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ, καὶ τὴν γῆν υἱῶν Ἀμμὼν,

1 Samuel 11:1-3

1 Καὶ ἐγενήθη ὡς μετὰ μῆνα, καὶ ἀνέβη Νάας ὁ Ἀμμανίτης, καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ· καὶ εἶπαν πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην, διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. 2 Καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ Ἀμμανίτης, ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. 3 Καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβὶς, ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.

2 Kings 10:33

33 ἀπὸ τοῦ Ἰορδάνου κατʼ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλαὰδ τοῦ Γαδδὶ, καὶ τοῦ Ῥουβὴν, καὶ τοῦ Μανασσῆ, ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνὼν, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.

2 Kings 24:2

2 Καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων, καὶ τοὺς μονοζώνους Συρίας, καὶ τοὺς μονοζώνους Μωὰβ, καὶ τοὺς μονοζώνους υἱῶν Ἀμμὼν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.

2 Chronicles 20:1

1 Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ, καὶ υἱοὶ Ἀμμὼν, καὶ μετʼ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον.

2 Chronicles 20:23

23 Καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ, ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηεὶρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.

Nehemiah 2:19

19 Καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ, καὶ Τωβία ὁ δοῦλος ὁ Ἀμμωνὶ, καὶ Γησὰμ ὁ Ἀραβὶ, καὶ ἐξεγέλασαν ἡμᾶς, καὶ ἦλθον ἐφʼ ἡμᾶς, καὶ εἶπαν, τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε; ᾖ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε;

Nehemiah 4:7

7 Καὶ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται, ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλὴμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα.

Nehemiah 13:1-2

1 Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶ τοῦ λαοῦ· καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ, ὅπως μὴ εἰσέλθωσιν Ἀμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ Θεοῦ ἕως αἰῶνος, 2 ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἄρτῳ καὶ ὕδατι, καὶ ἐμισθώσαντο ἐπʼ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι· καὶ ἐπέστρεψεν ὁ Θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν.

Psalms 9:6

6 Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἤχου,

Psalms 83:7

7 Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.

Jeremiah 25:9

9 ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι πατριὰν ἀπὸ βοῤῥᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς, καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον.

Jeremiah 25:21

21 καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν,

Jeremiah 27:3

3 Καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ἰδουμαίας, καὶ πρὸς βασιλέα Μωὰβ, καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν, καὶ πρὸς τὸν βασιλέα Τύρου, καὶ πρὸς βασιλέα Σιδῶνος, ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἱερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα.

Jeremiah 48:1

1 ΤΗ ΜΩAΒ οὕτωσ εἶπε Κύριος, οὐαὶ ἐπὶ Ναβαῦ, ὅτι ὤλετο, ἐλήφθη Καριαθαὶμ, ᾐσχύνθη Ἀμὰθ καὶ ἡττήθη.

Jeremiah 49:7

7 ΤΗ ἸΔΟΥΜΑΙΑΙ, τάδε λέγει Κύριος, οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμὰν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν,

Jeremiah 49:23

23 ΤΗ ΔΑΜΑΣΚΩ. Κατῃσχύνθη Ἠμὰθ, καὶ Ἀρφὰδ, ὅτι ἤκουσαν ἀκοὴν πονηρὰν, ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται.

Jeremiah 49:28

28 ΤΗ ΚΗΔΑΡ ΤΗ ΒΑΣΙΛΙΣΣΗΙ ΤΗΣ ΑΥΛΗΣ, ἫΝ ἘΠΑΤΑΞΕ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ ΒΑΣΙΛΕΥΣ ΒΑΒΥΛΩΝΟΣ, οὕτως εἶπε Κύριος,
Ἀνάστητε, καὶ ἀνάβητε ἐπὶ Κηδὰρ, καὶ πλήσατε τοὺς υἱοὺς Κεδέμ.

Ezekiel 21:28-32

28 Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν· καὶ ἐρεῖς, ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς· 29 ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας.
30 Ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε. 31 Καὶ ἐκχεῶ ἐπὶ σέ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ, καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράς. 32 Ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.

Ezekiel 25:2-10

2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπʼ αὐτοὺς, 3 καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμὼν,
Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ, 4 διατοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. 5 Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
6 Διότι τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐκρότησας τὴν χεῖρά σου, καὶ ἐψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, 7 διατοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
8 Τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Μωὰβ, ἰδοὺ,οὐχ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα; 9 διατοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Βεθασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας, 10 τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτῷ εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Ἀμμών·

Amos 1:13-15

13 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθʼ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν. 14 Καὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ῥαββὰθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς, 15 Καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶ ἐπιτοαυτὸ, λέγει Κύριος.

Zephaniah 2:8-11

8 Ἤκουσα ὀνειδισμοὺς Μωὰβ, καὶ κονδυλισμοὺς υἱῶν Ἀμμὼν, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου, καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. 9 Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς. 10 Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. 11 Ἐπιφανήσεται Κύριος ἐπʼ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.