Jeremiah 29:1 Cross References - Brenton_Greek

1 Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου οὓς ἀπέστειλεν Ἱερεμίας ἐξ Ἱερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας, καὶ πρὸς τοὺς ἱερεῖς, καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ, καὶ πρὸς ἅπαντα τὸν λαὸν,

2 Chronicles 30:1-6

1 Καὶ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἐπιστολὰς ἔγραψαν ἐπὶ τὸν Ἐφραὶμ καὶ Μανασσῆ, ἐλθεῖν εἰς οἶκον Κυρίου, εἰς Ἱερουσαλὴμ, ποιῆσαι τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. 2 Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἐν Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ μηνὶ τῷ δευτέρῳ. 3 Oὐ γὰρ ἠδυνάσθησαν ποιῆσαι αὐτὸ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ἱερουσαλήμ. 4 Καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας. 5 Καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ ἕως Δὰν, ἐλθόντας ποιῆσαι τὸ φασὲκ Κυρίῳ Θεῷ Ἰσραὴλ εἰς Ἱερουσαλὴμ, ὅτι πλῆθος οὐκ ἐποίησε κατά τὴν γραφήν.
6 Καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως, λέγοντες, οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ,

Esther 9:20

20 Ἔγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον, καὶ ἐξαπέστειλε τοῖς Ἰουδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλεία τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν,

Jeremiah 24:1-7

1 Ἔδειξε μοι Κύριος δύο καλάθους σύκων, κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου, μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ τοὺς ἄρχοντας, καὶ τοὺς τεχνίτας, καὶ τοὺς δεσμώτας, καὶ τοὺς πλουσίους ἐξ Ἱερουσαλὴμ, καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα. 2 Ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα, ὡς τὰ σύκα τὰ πρώϊμα· καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν. 3 Καὶ εἶπε Κύριος πρὸς μὲ, τί σὺ ὁρᾷς Ἱερεμία; καὶ εἶπα; σύκα· σύκα τὰ χρηστὰ, χρηστὰ λίαν· καὶ τὰ πονηρὰ, πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
4 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 5 Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὡς τὰ σύκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ἰούδαίους, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά. 6 Καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπʼ αὐτοὺς εἰς ἀγαθὰ, καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθά· καὶ ἀνοικοδομήσω αὐτοὺς, καὶ οὐ μὴ καθελῶ αὐτοὺς, καὶ καταφυτεύσω αὐτοὺς, καὶ οὐ μὴ ἐκτίλω.
7 Καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, ὅτι ἐπιστραφήσονται ἐπʼ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν.

Jeremiah 28:4

4 καὶ Ἰεχονίαν, καὶ τὴν ἀποικίαν Ἰούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος.

Jeremiah 29:25-29

25 οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου· καὶ πρὸς Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα εἰπὲ, 26 Κύριος ἔδωκέ σε ἱερέα ἀντὶ Ἰωδαὲ τοῦ ἱερέως, γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι, καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα, καὶ εἰς τὸν καταράκτην. 27 Καὶ νῦν διατί συνελοιδορήσατε Ἱερεμίαν τὸν ἐξ Ἀναθὼθ, τὸν προφητεύσαντα ὑμῖν; 28 Οὐ διατοῦτο ἀπέστειλεν; ὅτι διὰ τοῦ μηνὸς τούτου ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα, λέγων, μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας, καὶ κατοικήσατε, καὶ φυτεύσατε κήπους, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 29 Καὶ ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα Ἱερεμίου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.