Isaiah 58 Cross References - Brenton_Greek

1 Ἀναβοήσον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. 2 Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς· αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, 3 λέγοντες, τί ὅτι ἐνησταύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;
Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. 4 Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἱνατί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; 5 Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδʼ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδʼ οὕτω καλέσετε νηστείαν δεκτήν. 6 Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. 7 Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.
8 Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. 9 Τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ, ἰδοὺ, πάρειμι· ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆμα γογγυσμοῦ, 10 καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, 11 καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ. 12 Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλια σου αἰώνια γενεῶν γενεαῖς, καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους σου ἀναμέσον παύσεις.
13 Ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ, καὶ καλέσεις τὰ σάββατα τρυφερὰ, ἅγια τῷ Θεῷ· οὐκ ἀρεῖς τὸν πόδα σου ἐπʼ ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, 14 καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

Psalms 40:9-10

9 Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως 10 τὴν δικαιοσύνην σου, οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.

Isaiah 27:13

13 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ

Isaiah 40:6

6 Φωνὴ λέγοντος, βόησον· καὶ εἶπα, τί βοήσω; πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.

Isaiah 40:9-10

9 Ἐπʼ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνή σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ Θεὸς ὑμῶν, 10 ἰδοὺ Κύριος· Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

Isaiah 56:10

10 Ἴδετε, ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν, κύνες ἐνεοί οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.

Jeremiah 1:7-10

7 Καὶ εἶπε Κύριος πρὸς μὲ, μὴ λέγε, ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις. 8 Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. 9 Καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρὸς μὲ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου.
10 Ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολλύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν.

Jeremiah 1:17-19

17 Καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου, καὶ ἀνάστηθι, καὶ εἰπὸν πάντα ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. 18 Ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν Ἰούδα, καὶ τοῖς ἄρχουσιν αὐτοῦ, καὶ τῷ λαῷ τῆς γῆς. 19 Καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ διότι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος.

Jeremiah 7:8-11

8 Εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε, 9 καὶ φονεύετε, καὶ μοιχᾶσθε, καὶ κλέπτετε, καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ θυμιᾶτε τῇ Βάαλ, καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν, 10 καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, καὶ εἴπατε, ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα. 11 Mὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐκεῖ ἐνώπιον ὑμῶν; καὶ ἰδοὺ ἐγὼ ἑώρακα, λέγει Κύριος.

Jeremiah 15:19-20

19 Διατοῦτο τάδε λέγει Κύριος, ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀναστρέψεις πρός αὐτούς. 20 Καὶ δώσω σε τῷ λαῷ τούτῳ, ὡς τεῖχος ὀχυρὸν, χαλκοῦν· καὶ πολεμήσουσι πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε,

Ezekiel 2:3-8

3 Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας. 4 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, 5 ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι, ʼδιότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.
6 Καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί. 7 Καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
8 Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σὲ, μή γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι.

Ezekiel 3:5-9

5 Διότι οὐ πρὸς λαὸν βαρύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· 6 Oὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. 7 Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι. 8 Καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νῖκός σου κατισχύσω κατέναντι τοῦ νίκους αὐτῶν. 9 Καὶ ἔσται διαπαντὸς κραταιότερον πέτρας· μὴ φοβηθῇς ἀπʼ αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί.

Ezekiel 3:17-21

17 υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ. 18 Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ· καὶ οὐ διεστείλω αὐτῷ τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 19 Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, καὶ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ.
20 Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 21 Σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ.

Ezekiel 20:4

4 Εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου; τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς,

Ezekiel 22:2

2 καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς,

Hosea 8:1

1 Εἰς κόλπον αὐτῶν, ὡς γῆ, ὡς ἀετὸς ἐπὶ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.

Micah 3:8-12

8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας, τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ, καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.
9 Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, 10 οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, 11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά. 12 Διατοῦτο διʼ ἡμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.

Deuteronomy 5:28-29

28 Καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρὸς μέ· καὶ εἶπε Κύριος πρὸς μὲ, ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ· ὀρθῶς πάντα ὅσα ἐλάλησαν. 29 Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς, καὶ τοῖς υἱοῖς αὐτῶν διʼ αἰῶνος;

1 Samuel 15:21-25

21 Καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις. 22 Καὶ εἶπε Σαμουὴλ, εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν. 23 Ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
24 Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, ἡμάρτηκα, ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν, καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν. 25 Καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.

Proverbs 15:8

8 Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.

Isaiah 1:11-15

11 Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, 12 οὐδ’ ἂν ἔρχησθε ὀφθῆναι μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου 13 οὐ προσθήσεσθαι. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστι· τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν, 14 καὶ τὰς νουμηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. 15 Ὅταν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφʼ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

Isaiah 29:13

13 Καὶ εἶπε Κύριος, ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.

Isaiah 48:1-2

1 Ἀκούσατε ταῦτα οἶκος Ἰακὼβ, οἱ κεκλημένοι ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, 2 καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι· Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

Jeremiah 42:2

2 πρὸς Ἱερεμίαν τὸν προφήτην, καὶ εἶπαν αὐτῷ, πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι.

Jeremiah 42:20

20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν, ἀποστείλαντές με, λέγοντες, πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα ἃ ἐὰν λαλήσει σοι Κύριος ποιήσομεν.

Ezekiel 33:30-33

30 Καὶ σὺ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ, λέγοντες, συνέλθωμεν, καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου. 31 Ἔρχονται πρὸς σὲ, ὡς συμπορεύεται λαὸς, καὶ κάθηνται ἐναντίον σου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν. 32 Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα, καὶ οὐ μὴ ποιήσουσιν αὐτά. 33 Καὶ ἡνίκα ἐὰν ἔλθῃ, ἐροῦσιν, ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.

Exodus 2:23-24

23 Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας, ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἀνεβόησαν· καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων. 24 Καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν· καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ.

Leviticus 16:29

29 Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, δεκάτῃ τοῦ μηνὸς, ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν.

Leviticus 16:31

31 Σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον.

Leviticus 23:27

27 καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ.

Numbers 23:4

4 Καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεόν· καὶ ἐπορεύθη εὐθεῖαν· καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαὰμ· καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ, τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

Nehemiah 5:7

7 Καὶ ἐβουλεύσατο καρδία μου ἐπʼ ἐμέ· καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας, καὶ εἶπα αὐτοῖς, ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ἃ ὑμεῖς ἀπαιτεῖτε; καὶ ἔδωκα ἐπʼ αὐτοὺς ἐκκλησίαν μεγάλην,

Psalms 69:10

10 Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί·

Proverbs 28:9

9 Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.

Isaiah 22:13

13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέατα, καὶ πιεῖν οἶνον, λέγοντες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.

Isaiah 47:6

6 Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα,

Jeremiah 34:9-17

9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἑβραῖον καὶ τὴν Ἑβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα. 10 Καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες, καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ, τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, καὶ ἐῶσαν 11 αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.
12 Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων, 13 Οὕτως εἶπε Κύριος, ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων, 14 ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς παραθήσεταί σοι, καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. 15 Καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ· καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου, ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ. 16 Καὶ ἐπεστρέψατε, καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου, τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.
17 Διατοῦτο οὕτως εἶπε Κύριος, ὑμεῖς οὐκ ἠκούσατέ μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν, καὶ εἰς τὸν θάνατον, καὶ εἰς τὸν λιμὸν, καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς·

Daniel 10:2-3

2 Ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν, 3 ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.

Jonah 3:6-8

6 Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφʼ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. 7 Καὶ ἐκηρύχθη, καὶ ἐῤῥέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων, οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν, μηδὲ νεμέσθωσαν, μηδὲ ὕδωρ πιέτωσαν. 8 Καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες, 9 Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, 10 οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, 11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά.

Zechariah 7:5-7

5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς, καὶ πρὸς τοὺς ἱερεῖς, λέγων, ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύκατέ μοι; 6 Καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ πίνετε; 7 Οὐχ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη, καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις κυκλόθεν αὐτῆς, καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;

Malachi 3:14

14 Εἴπατε, μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον, ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος;

1 Kings 21:9-13

9 Καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις, λέγων, νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ· 10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξεναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ, λέγοντες, ηὐλόγησε Θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν, καὶ λιθοβολησάτωσαν αὐτὸν, καὶ ἀποθανέτω.
11 Καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῆντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς Ἰεζάβελ, καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις οἷς ἀπέστειλε πρὸς αὐτούς. 12 Καὶ ἐκάλεσαν νηστείαν, καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ. 13 Καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων, καὶ ἐκάθισαν ἐξεναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες, ηὐλόγηκας Θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανε.

Proverbs 21:27

27 Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.

Isaiah 59:2

2 Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον τοῦ Θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον ἀφʼ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.

Isaiah 59:6

6 Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν, ἔργα ἀνομίας.

Joel 2:13-14

13 Καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν· καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 14 Τίς οἶδεν εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;

Jonah 3:7

7 Καὶ ἐκηρύχθη, καὶ ἐῤῥέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων, οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν, μηδὲ νεμέσθωσαν, μηδὲ ὕδωρ πιέτωσαν.

1 Kings 21:27-29

27 Καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τὸν χιτῶνα αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσε· καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξε Ναβουθαὶ τὸν Ἰεζραηλίτην, καὶ ἐπορεύθη. 28 Καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιοὺ περὶ Ἀχαὰβ, καὶ εἶπε Κύριος· 29 ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλʼ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.

2 Kings 6:30

30 Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς λόγους τῆς γυναικὸς, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν.

2 Chronicles 20:3

3 Καὶ ἐφοβήθη, καὶ ἔδωκεν Ἰωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον, καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδᾳ.

Ezra 10:6

6 Καὶ ἀνέστη Ἔσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ, καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλισοὺβ, καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας.

Nehemiah 9:1-2

1 Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις καὶ σποδῷ ἐπὶ κεφαλῆς αὐτῶν. 2 Καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν.

Esther 4:3

3 Καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.

Esther 4:16

16 βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοὶ, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν· κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με δέῃ.

Job 2:8

8 Καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.

Psalms 69:13

13 Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ Κύριε, καιρὸς εὐδοκίας ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.

Isaiah 49:8

8 Οὕτως λέγει Κύριος, καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους,

Isaiah 58:3

3 λέγοντες, τί ὅτι ἐνησταύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;
Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.

Isaiah 61:2

2 καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας,

Daniel 9:3-19

3 Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ. 4 Καὶ προσευξάμην πρὸς Κύριον τὸν Θεόν μου, καὶ ἐξωμολογησάμην, καὶ εἶπα, Κύριε ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολάς σου, 5 ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου, 6 καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν, καὶ ἄρχοντας ἡμῶν, καὶ πατέρας ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς. 7 Σοὶ Κύριε ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα, καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ παντὶ Ἰσραὴλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ, ἐν ἀθεσίᾳ αὐτῶν ᾗ ἠθέτησαν. 8 Ἐν σοὶ Κύριέ ἐστιν ἡμῶν ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν. 9 Σοι Κυρίῳ τῷ Θεῷ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοὶ, ὅτι ἀπέστημεν, 10 καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν ἐν χερσὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.
11 Καὶ πᾶς Ἰσραὴλ παρέβησαν τὸν νόμον σου, καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου· καὶ ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ κατάρα, καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ. 12 Καὶ ἔστησε τοὺς λόγους αὐτοῦ οὓς ἐλάλησεν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, οἳ ἔκρινον ἡμᾶς, ἐπαγαγεῖν ἐφʼ ἡμᾶς κακὰ μεγάλα, οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἱερουσαλὴμ, 13 καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ· πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφʼ ἡμᾶς· καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν, καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου. 14 Καὶ ἐγρηγόρησε Κύριος, καὶ ἐπήγαγεν αὐτὰ ἐφʼ ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησε, καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ. 15 Καὶ νῦν Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν.
16 Κύριε ἐν πάσῃ ἐλεημοσύνῃ σου, ἀποστραφήτω δὴ ὁ θυμός σου, καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλὴμ ὄρους ἁγίου σου, ὅτι ἡμάρτομεν, καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ τῶν πατέρων ἡμῶν, Ἱερουσαλὴμ, καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν. 17 Καὶ νῦν εἰσάκουσον Κύριε ὁ Θεὸς ἡμῶν τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, Κύριε, 18 κλῖνον ὁ Θεός μου τὸ οὗς σου. καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμῶν, καὶ τῆς πόλεώς σου ἐφʼ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ αὐτῆς· ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ριπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλʼ ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς Κύριε. 19 Εἰσάκουσον Κύριε, ἱλάσθητι Κύριε, πρόσχες Κύριε· μὴ χρονίσῃς ἕνεκέν σου ὁ Θεός μου, ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου, καὶ ἐπὶ τὸν λαόν σου.

Jonah 3:5-8

5 Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.

Zechariah 7:5

5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς, καὶ πρὸς τοὺς ἱερεῖς, λέγων, ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύκατέ μοι;

Nehemiah 5:10-12

10 Καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἑαυτοῖς ἀργύριον καὶ σῖτον· ἐγκατελίπομεν δὴ τὴν ἀπαίτησιν ταύτην. 11 Ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν καὶ ἀμπελῶνας αὐτῶν καὶ ἐλαιῶνας αὐτῶν καὶ οἰκίας αὐτῶν, καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε ἑαυτοῖς. 12 Καὶ εἶπαν, ἀποδώσομεν, καὶ παρʼ αὐτῶν οὐ ζητήσομεν, οὕτως ποιήσομεν καθὼς σὺ λέγεις· καὶ ἐκάλεσα τοὺς ἱερεῖς καὶ ὥρκισα αὐτοὺς ποιῆσαι ὡς τὸ ῥῆμα τοῦτο.

Isaiah 58:9

9 Τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ, ἰδοὺ, πάρειμι· ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆμα γογγυσμοῦ,

Jeremiah 34:8-11

8 Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου, μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν, τοῦ καλέσαι ἄφεσιν, 9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἑβραῖον καὶ τὴν Ἑβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα. 10 Καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες, καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ, τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ, καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, καὶ ἐῶσαν 11 αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.

Micah 3:2-4

2 μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. 3 Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν, 4 οὕτως κεκράξονται πρὸς τὸν Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθʼ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπʼ αὐτούς.

Genesis 18:2-5

2 Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. 3 Καὶ εἶπε, Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. 4 Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. 5 Καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε. Καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπεν, οὕτω ποίησον, καθὼς εἴρηκας.

Genesis 19:2

2 Καὶ εἶπεν, ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Καὶ εἶπαν, οὐχί, ἀλλʼ ἐν τῇ πλατείᾳ καταλύσομεν.

Genesis 19:14

14 Ἐξῆλθε δὲ Λὼτ, καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ, καὶ εἶπεν, ἀνάστητε, καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν· ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ.

Judges 9:2

2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ, τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἱεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι.

Judges 19:20-21

20 Καὶ εἶπεν ὁ ἀνὴρ πρεσβύτης, εἰρήνη σοι· πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπʼ ἐμὲ, πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ. 21 Καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ τόπον ἐποίησε τοῖς ὄνοις, καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν, καὶ ἔφαγον καὶ ἔπιον.

2 Chronicles 28:15

15 Καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδυσαν αὐτοὺς, καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἱεριχὼ πόλιν Φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.

Nehemiah 5:5

5 Καὶ νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν, σὰρξ ἡμῶν· ὡς υἱοὶ αὐτῶν, υἱοὶ ἡμῶν· καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλους, καί εἰσιν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι, καὶ οὐκ ἔστι δύναμις χειρῶν ἡμῶν, καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν τοῖς ἐντίμοις.

Job 22:7

7 Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·

Job 31:18-21

18 ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα. 19 Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα αὐτόν· 20 ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν· 21 εἰ ἐπῇρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν·

Psalms 112:9

9 Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.

Proverbs 22:9

9 Ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ· νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δοὺς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.

Proverbs 25:21

21 Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτόν·

Proverbs 28:27

27 Ὃς δίδωσι πτωχοῖς οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται.

Ecclesiastes 11:1-2

1 ἈπΚόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει ἡμερῶν εὑρήσεις αὐτόν. 2 Δὸς μερίδα τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.

Isaiah 16:3-4

3 βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διαπαντὸς, ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· μὴ ἀπαχθῇς, 4 παροικήσουσί σοι οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.

Isaiah 58:10

10 καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία,

Ezekiel 18:7

7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει, καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ,

Ezekiel 18:16

16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσε, καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασε, καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκε, καὶ γυμνὸν περιέβαλε,

Daniel 4:27

27 24 Διατοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας, ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασί σου ὁ Θεός.

Exodus 14:19

19 Ἐξῇρε δὲ ὁ Ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν.

Job 11:17

17 Ἡ δὲ εὐχή σου ὥσπερ Ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·

Psalms 37:6

6 Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν.

Psalms 85:13

13 Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

Psalms 97:11

11 Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.

Psalms 112:4

4 Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν· ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.

Proverbs 4:18

18 Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα.

Isaiah 30:26

26 Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.

Isaiah 52:12

12 Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ ἐπισυνάγων ὑμᾶς Θεὸς Ἰσραήλ.

Isaiah 57:18

18 Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν,

Isaiah 58:10-11

10 καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, 11 καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ.

Jeremiah 30:17

17 Ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος· ὅτι Ἐσπαρμένη ἐκλήθης, θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.

Jeremiah 33:6

6 Ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς, καὶ ἰατρεύσω αὐτὴν, καὶ ποιήσω καὶ εἰρήνην καὶ πίστιν.

Hosea 6:2-3

2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, 3 καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ.

Hosea 14:4

4 Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀποστρέψω τὴν ὀργήν μου ἀπʼ αὐτοῦ.

Malachi 4:2

2 Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.

Genesis 27:18

18 Καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ· εἶπε δὲ, πάτερ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ· τίς εἶ σὺ, τέκνον;

1 Samuel 3:4-8

4 Καὶ ἐκάλεσε Κύριος, Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν, ἰδοὺ ἐγώ. 5 Καὶ ἔδραμε πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε. 6 Καὶ προσέθετο Κύριος, καὶ ἐκάλεσε, Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον, καὶ εἶπεν, ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· 7 Καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι Θεὸν, καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα Κυρίου. 8 Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον.

Psalms 12:2

2 Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια, ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησεν.

Psalms 34:15-17

15 Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· 16 πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. 17 Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.

Psalms 37:4

4 Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.

Psalms 50:15

15 Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με· διάψαλμα.

Psalms 66:18-19

18 Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος. 19 Διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεὸς, προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.

Psalms 91:15

15 Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.

Psalms 118:5

5 Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν.

Proverbs 6:13

13 Ὁ δʼ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδὶ, διδάσκει δὲ ἐννεύμασι δακτύλων.

Isaiah 1:15

15 Ὅταν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφʼ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

Isaiah 30:19

19 Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν, ἐλέησόν με· ἐλεήσει σε, τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου.

Isaiah 57:4

4 Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; σπέρμα ἄνομον;

Isaiah 58:6

6 Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα.

Isaiah 59:3-4

3 Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.
4 Οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἐστι κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενὰ, ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν.

Isaiah 59:13

13 Ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ὄπισθεν τοῦ Θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους.

Isaiah 65:24

24 Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς, ἐγὼ ὑπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν, ἐρῶ, τί ἐστι;

Jeremiah 29:12-13

12 Καὶ προσεύξασθε πρὸς μὲ, καὶ εἰσακούσομαι ὑμῶν. 13 Καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με· ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν,

Ezekiel 13:8

8 Καὶ διατοῦτο εἰπὸν,
Τάδε λέγει Κύριος, ἀνθʼ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διατοῦτο ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, λέγει Κύριος.

Zechariah 10:2

2 Διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διατοῦτο ἐξηράνθησαν ὡς πρόβατα, καὶ ἐκακώθησαν, διότι οὐκ ἦν ἴασις.

Deuteronomy 15:7-10

7 Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου, οὐδʼ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου. 8 Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ, καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται. 9 Πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα, λέγων, Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. 10 Διδοὺς δώσεις αὐτῷ, καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται· καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ, ὅτι διά τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις, καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.

Psalms 41:1

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Μακαρίος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.

Psalms 112:5-9

5 Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, 6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. 7 Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. 8 Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. 9 Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.

Proverbs 11:24-25

24 Εἰσὶν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶ δὲ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. 25 Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.

Proverbs 14:31

31 Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτὸν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεεῖ πτωχόν.

Isaiah 29:18

18 Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ· ὀφθαλμοὶ τυφλῶν ὄψονται,

Isaiah 42:16

16 Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτούς.

Isaiah 58:7-8

7 Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.
8 Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.

Job 5:20

20 Ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.

Job 6:15-20

15 Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου, ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα παρῆλθόν με. 16 Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· 17 Καθὼς τακεῖσα θέρμης γενομένης, οὐκ ἐπεγνώσθη ὅπερ ἦν, 18 οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. 19 Ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν οἱ διορῶντες. 20 Καὶ αἰσχύνην ὀφειλήσουσιν, οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.

Psalms 25:9

9 Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.

Psalms 32:8

8 Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.

Psalms 33:19

19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.

Psalms 34:9-10

9 Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 10 Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· διάψαλμα.

Psalms 37:19

19 Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.

Psalms 48:14

14 Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

Psalms 73:24

24 ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με.

Psalms 92:14

14 Τότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται τοῦ ἀναγγεῖλαι·

Psalms 107:9

9 Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.

Proverbs 3:8

8 Τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.

Proverbs 11:25

25 Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.

Proverbs 13:4

4 Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργὸς, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.

Proverbs 28:25

25 Ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.

Song of Songs 4:15

15 πηγὴ κήπου, καὶ φρέαρ ὕδατος ζῶντος καὶ ροιζοῦντος ἀπὸ τοῦ Λιβάνου.

Isaiah 33:16

16 οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.

Isaiah 49:10

10 Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλʼ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς.

Isaiah 61:11

11 Καὶ ὡς γῆ αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.

Jeremiah 17:8

8 Καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρʼ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ρίζαν αὐτοῦ· οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπʼ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ διαλείψει ποιῶν καρπόν.

Jeremiah 31:12

12 Καὶ ἥξουσι, καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιὼν, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου, καὶ καρπῶν, καὶ κτηνῶν, καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι.

Ezekiel 36:35

35 Καὶ ἐροῦσιν, ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν.

Hosea 13:5

5 Ἐγὼ ἐποίμανόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ

Nehemiah 2:5

5 καὶ εἶπα τῷ βασιλεῖ, εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου, ὥστε πέμψαι αὐτὸν ἐν Ἰούδᾳ εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν.

Nehemiah 2:17

17 Καὶ εἶπα πρὸς αὐτοὺς, ὑμεῖς βλέπετε τὴν πονηρίαν ταύτην, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ἱερουσαλὴμ ἔρημος, καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε, καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος.

Nehemiah 4:1-7

1 Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ, ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ, καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις. 2 Καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ, αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους, μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας; 3 Καὶ Τωβίας ὁ Ἀμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε, καὶ εἶπε πρὸς αὐτούς, μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν;
4 Ἄκουσον ὀ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμὸν, καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας, 5 καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.
6 7 Καὶ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται, ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλὴμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα.

Nehemiah 6:1

1 Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ, καὶ Τωβίᾳ, καὶ τῷ Γησὰμ τῷ Ἀραβὶ, καὶ τοῖς καταλοίποις ἐχθρῶν ἡμῶν, ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή· ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.

Isaiah 44:28

28 Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλήμ, οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.

Isaiah 51:3

3 Καὶ σὲ νῦν παρακαλέσω Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.

Isaiah 52:9

9 Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλήμ.

Isaiah 61:4

4 Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρωμένας εἰς γενεάς.

Jeremiah 31:38

38 Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἀναμεὴλ, ἕως πύλης τῆς γωνίας.

Ezekiel 36:4

4 διατοῦτο ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ.

Ezekiel 36:8-11

8 Ὑμῶν δέ ὄρη Ἰσραὴλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν. 9 Ὅτι ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε, 10 καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. 11 Καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, καὶ κτήνη, καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς, ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.

Ezekiel 36:33

33 Τάδε λέγει Ἀδωναῒ Κύριος, ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι,

Daniel 9:25

25 Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ, ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξηκονταδύο· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα, καὶ τεῖχος, καὶ ἐκκενωθήσονται οἱ καιροί.

Amos 9:11

11 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.

Amos 9:14

14 Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας, καὶ κατοικήσουσι, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ πίονται τὸν οἶνον αὐτῶν, καὶ ποιήσουσι κήπους, καὶ φάγονται τὸν καρπὸν αὐτῶν·

Exodus 20:8-11

8 Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. 9 Ἓξ ἡμέρας ἐργᾷ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου. 10 Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ, σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ, καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου, καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί. 11 Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν.

Exodus 31:13-17

13 καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ὁρᾶτε, καὶ τὰ σάββατά μου φυλάξεσθε· σημεῖόν ἐστι παρʼ ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν, ἵνα γνῶτε ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς. 14 Καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστι Κυρίῳ ὑμῖν· ὁ βεβηλῶν αὐτὸ, θανάτῳ θανατωθήσεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ. 15 Ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ· πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, θανατωθήσεται. 16 Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. Διαθήκη αἰώνιος 17 ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσε, καὶ ἐπαύσατο.

Exodus 36:2-3

2 Καὶ ἐκάλεσε Μωυσῆς Βεσελεὴλ καὶ Ἐλιὰβ, καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ἔδωκεν ὁ Θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα, ὥστε συντελεῖν αὐτά. 3 Καὶ ἔλαβον παρὰ Μωυσῆ πάντα τὰ ἀφαιρέματα, ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά· καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωΐ.

Deuteronomy 5:12-15

12 Φύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου. 13 Ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου· 14 τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου, καὶ προσήλυτος ὁ παροικῶν ἐν σοί· ἵνα ἀναπαύσηται ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου, ὥσπερ καὶ σύ. 15 Καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγέ σε Κύριος ὁ Θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ· διὰ τοῦτο συνέταξέ σοι Κύριος ὁ Θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν.

Nehemiah 13:15-22

15 Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ἰούδᾳ πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ, καὶ φέροντας δράγματα, καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα, καὶ φέροντας εἰς Ἱερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. 16 Καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν, καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ἰούδα καὶ ἐν Ἱερουσαλήμ. 17 Καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ἰούδα τοῖς ἐλευθέροις, καὶ εἶπα αὐτοῖς, τίς ὁ λόγος οὗτος ὁ πονηρὸς, ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου; 18 Οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπʼ αὐτοὺς ὁ Θεὸς ἡμῶν καὶ ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ἰσραὴλ βεβηλῶσαι τὸ σάββατον;
19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν Ἱερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα, καὶ ἔκλεισαν τὰς πύλας· καὶ εἶπα, ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. 20 Καὶ ηὐλίσθησαν πάντες, καὶ ἐποίησαν πρᾶσιν ἔξω Ἱερουσαλὴμ ἅπαξ καὶ δίς. 21 Καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς, καὶ εἶπα πρὸς αὐτοὺς, διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν· ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. 22 Καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου.
Πρὸς ταῦτα μνήσθητί μου ὁ Θεὸς, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.

Psalms 27:4

4 Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.

Psalms 42:4

4 Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.

Psalms 84:2

2 Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.

Psalms 84:10

10 Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.

Psalms 92:1-2

1 Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου.
Ἀγαθον τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε· 2 τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα,

Psalms 122:1

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα.

Isaiah 56:2-6

2 Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.
3 Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον, ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι ξύλον ἐγώ εἰμι ξηρόν. 4 Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, 5 δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρείττω υἱῶν καὶ θυγατέρων· ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει· 6 καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾶν τὸ ὄνομα Κυρίου, τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας· καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου,

Jeremiah 17:21-27

21 τάδε λέγει Κύριος, φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, 22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. Καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν, 23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν, τοῦ μὴ ἀκοῦσαί μου, καὶ τοῦ μὴ δέξασθαι παιδείαν.
24 Καὶ ἔσται, ἐὰν εἰσακούσητέ μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ ποιεῖν πᾶν ἔργον, 25 καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυὶδ, καὶ ἐπιβεβηκότες ἐφʼ ἅρμασι καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα. 26 Καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ἰούδα, καὶ κυκλόθεν Ἱερουσαλὴμ, καὶ ἐκ γῆς Βενιαμὶν, καὶ ἐκ γῆς πεδινῆς, καὶ ἐκ τοῦ ὄρους, καὶ ἐκ τῆς πρὸς Νότον, φέροντες ὁλοκαυτώματα καὶ θυσίας καὶ θυμιάματα καὶ μαναὰ καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου.
27 Καὶ ἔσται ἐὰν μὴ ἀκούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα, καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταφάγεται ἄμφοδα Ἱερουσαλὴμ, καὶ οὐ σβεσθήσεται.

Deuteronomy 32:13

13 Ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς· ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας.

Deuteronomy 33:29

29 Μακάριος σύ Ἰσραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου· καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.

Job 22:26

26 Εἶτα παῤῥησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς.

Job 27:10

10 μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;

Job 34:9

9 Μὴ γὰρ εἴπῃς, ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρὸς, καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.

Psalms 36:8

8 Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς·

Psalms 37:11

11 Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.

Psalms 105:9-11

9 ὃν διέθετο τῷ Ἁβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαὰκ· 10 Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, 11 λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν.

Psalms 135:12

12 Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ.

Psalms 136:21

21 Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

Isaiah 1:19-20

19 Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. 20 Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

Isaiah 40:5

5 Καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.

Jeremiah 3:19

19 Καὶ ἐγὼ εἶπα, γένοιτο Κύριε· ὅτι τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτήν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα, πατέρα καλέσετέ με, καὶ ἀπʼ ἐμοῦ οὐκ ἀποστραφήσεσθε.

Micah 4:4

4 Καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.

Habakkuk 3:18-19

18 ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. 19 Κύριος ὁ Θεὸς δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί ἐν τῇ ᾠδῇ αὐτοῦ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.