Brenton_Greek(i)
27 Καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τὸν χιτῶνα αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσε· καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξε Ναβουθαὶ τὸν Ἰεζραηλίτην, καὶ ἐπορεύθη. 28 Καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιοὺ περὶ Ἀχαὰβ, καὶ εἶπε Κύριος· 29 ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλʼ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.