8 Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα καιρῷ καὶ ἕως εἰς τὸν αἰῶνα.
Isaiah 30:8 Cross References - Brenton_Greek
Numbers 24:14
14 Καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο, συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν.
Deuteronomy 4:30
30 καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου. 30 Καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπʼ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ.
Deuteronomy 31:19
19 Καὶ νῦν γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης, καὶ διδάξατε αὐτὴν τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ.
Deuteronomy 31:22
22 Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ.
Deuteronomy 31:29
29 Οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε, καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν, καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου, παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν.
Job 19:23-25
Isaiah 2:2
2 Ὅτιἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπʼ ἄκρου τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἔθνη.
Isaiah 8:1
1 Καὶ εἶπε Κύριος πρὸς μὲ, λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ·
Jeremiah 23:20
20 Καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ, καὶ ἕως ἂν στήσῃ αὐτὸ, ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά.
Jeremiah 36:2
2 Λάβε σεαυτῷ χαρτίον βιβλίου, καὶ γράψον ἐπʼ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδα, καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφʼ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ ἀφʼ ἡμερῶν Ἰωσία βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης.
Jeremiah 36:28-32
28 πάλιν λάβε σὺ χαρτίον ἕτερον, καὶ γράψον πάντας τοὺς λόγους, τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακεὶμ, 29 καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο, λέγων, διατί ἔγραψας ἐπʼ αὐτῷ, λέγων, εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος, καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπʼ αὐτῆς ἄνθρωπος καὶ κτήνη;
30 Διατοῦτο οὕτως εἶπε Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα, οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐῤῥιμμένον ἐν τῷ καύματι τῆς ἡμέρας, καὶ ἐν τῷ παγετῷ τῆς νυκτός. 31 Καὶ ἐπισκέψομαι ἐπʼ αὐτὸν, καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπʼ αὐτὸν, καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, καὶ ἐπὶ γῆν Ἰούδα, πάντα τὰ κακὰ ἃ ἐλάλησα πρὸς αὐτοὺς, καὶ οὐκ ἤκουσαν.
32 Καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον, καὶ ἔγραψεν ἐπʼ αὐτῷ ἀπὸ στόματος Ἱερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες, ὡς οὗτοι.
30 Διατοῦτο οὕτως εἶπε Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα, οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐῤῥιμμένον ἐν τῷ καύματι τῆς ἡμέρας, καὶ ἐν τῷ παγετῷ τῆς νυκτός. 31 Καὶ ἐπισκέψομαι ἐπʼ αὐτὸν, καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπʼ αὐτὸν, καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, καὶ ἐπὶ γῆν Ἰούδα, πάντα τὰ κακὰ ἃ ἐλάλησα πρὸς αὐτοὺς, καὶ οὐκ ἤκουσαν.
32 Καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον, καὶ ἔγραψεν ἐπʼ αὐτῷ ἀπὸ στόματος Ἱερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες, ὡς οὗτοι.
Jeremiah 48:47
Jeremiah 51:60
60 Καὶ ἔγραψεν Ἱερεμίας πάντα τὰ κακὰ ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα.
Ezekiel 38:16
16 Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
Hosea 3:5
5 Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν.
Habakkuk 2:2
2 Καὶ ἀπεκρίθη πρὸς μὲ Κύριος, καὶ εἶπε, γράψον ὅρασιν, καὶ σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά.