1 Ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρὸς μὲ, λέγοντες, πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς,
Hosea 6:1 Cross References - Brenton_Greek
Deuteronomy 32:39
39 Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
1 Samuel 2:6
6 Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει.
Job 5:18
18 Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
Job 34:29
29 Καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους, καὶ κατὰ ἀνθρώπου ὁμοῦ·
Psalms 30:7
7 Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
Isaiah 2:3
3 Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
Isaiah 30:22
22 Καὶ μιανεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.
Isaiah 30:26
26 Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
Isaiah 55:7
7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.
Jeremiah 3:22
22 Ἐπιστράφητε, υἱοί ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.
Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι· ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.
Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι· ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.
Jeremiah 30:12
12 Οὕτως εἶπε Κύριος, ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου,
Jeremiah 30:17
17 Ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος· ὅτι Ἐσπαρμένη ἐκλήθης, θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.
Jeremiah 33:5
5 τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους, καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου, καὶ ἐν θυμῷ μου· καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, περὶ πασῶν τῶν πονηριῶν αὐτῶν.
Jeremiah 50:4
4 Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ αὐτοὶ, καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ, βαδίζοντες καὶ κλαίοντες πορεύσονται, τὸν Κύριον Θεὸν αὐτῶν ζητοῦντες.
Lamentations 3:32-33
Lamentations 3:40-41
Hosea 5:12-15
12 Καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραὶμ, καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα. 13 Καὶ εἶδεν Ἐφραὶμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφραὶμ πρὸς Ἀσσυρίους, καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. 14 Διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι, καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.
15 Πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι, καὶ ζητήσουσι τὸ πρόσωπόν μου.
15 Πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι, καὶ ζητήσουσι τὸ πρόσωπόν μου.
Hosea 13:7-9
Hosea 14:1
1 2 Ἐπιστράφηθι, Ἰσραὴλ πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου.
Hosea 14:4
4 5 Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀποστρέψω τὴν ὀργήν μου ἀπʼ αὐτοῦ.
Zephaniah 2:1
1 Συνάχθητε, καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον,