Haggai 1:6 Cross References - Brenton_Greek

6 Ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονὴν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.

Leviticus 26:20

20 Καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν· καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ.

Leviticus 26:26

26 Ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνί, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε.

Deuteronomy 28:38-40

38 Σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον, καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς· 39 Ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ. 40 Ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου.

2 Samuel 21:1

1 Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ· καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου· καὶ εἶπε Κύριος, ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.

1 Kings 17:12

12 Καὶ εἶπεν ἡ γυνὴ, ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλʼ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια, καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα.

Job 20:22

22 Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.

Job 20:28

28 Ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.

Psalms 107:34

34 γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.

Isaiah 5:10

10 Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.

Jeremiah 14:4

4 Καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν οἱ γεωργοὶ, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.

Jeremiah 44:18

18 Καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν.

Ezekiel 4:16-17

16 Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ, καὶ ἐν ἀφανισμῷ πίονται· 17 ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.

Hosea 4:10

10 Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν· ἐπόρνευσαν, καὶ οὐ μὴ κατευθύνωσι· διότι τὸν Κύριον ἐγκατέλιπον τοῦ φυλάξαι.

Hosea 8:7

7 Ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό.

Joel 1:10-13

10 ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκε σῖτος· ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον· 11 ἐξηράνθησαν γεωργοί· θρηνεῖτε, κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ. 12 Ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον καί πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.
13 Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς· θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή.

Amos 4:6-9

6 Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. 7 Καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ, καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερίς, ἐφʼ ἣν οὐ βρέξω, ξηρανθήσεται. 8 Καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσι· καὶ οὐκ ἐπιστράφητε πρὸς μὲ, λέγει Κύριος. 9 Ἐπάταξα ὑμᾶς ἐν πυρώσει, καὶ ἐν ἰκτέρῳ· ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν, καὶ συκεῶνας ὑμῶν· καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδʼ ὧς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.

Micah 6:14-15

14 Σὺ φάγεσαι, καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ συσκοτάσει ἐν σοὶ, καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ῥομφαίαν παραδοθήσονται. 15 Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον, καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.

Haggai 1:9

9 Ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά· διατοῦτο τάδε λέγει Κύριος παντοκράτωρ, ἀνθʼ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

Haggai 2:16

16 17 τίνες ᾖτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγέντο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητὰς καὶ ἐγένοντο εἴκοσι.

Zechariah 5:4

4 Καὶ ἐξοίσω αὐτὸ, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ.

Zechariah 8:10

10 Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.

Malachi 2:2

2 Ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν, τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος παντοκράτωρ· καὶ ἐξαποστελῶ ἐφʼ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν.

Malachi 3:9-11

9 Καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε.
Τὸ ἔτος συνετελέσθη, 10 καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· ἐπιστρέψατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ τὴν εὐλογίαν μου ὑμῖν, ἕως τοῦ ἱκανωθῆναι. 11 Καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ, λέγει Κύριος παντοκράτωρ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.