Deuteronomy 12 Cross References - Brenton_Greek

1 Καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις, ἃς φυλάξετε τοῦ ποιεῖν ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ, πάσας τὰς ἡμέρας, ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς. 2 Ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτοὺς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν θινῶν, καὶ ὑποκάτω δένδρου δασέος. 3 Καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρὶ, καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου. 4 Οὐ ποιήσετε οὕτω Κυρίῳ τῷ Θεῷ ὑμῶν. 5 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ ἐλεύσεσθε ἐκεῖ. 6 Καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς εὐχὰς ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν, καὶ τῶνπροβάτων ὑμῶν. 7 Καὶ φάγεσθε ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἐὰν ἐπιβάλητε τὴν χεῖρα ὑμεῖς, καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέ σε Κύριος ὁ Θεός σου.
8 Οὐ ποιήσετε πάντα ὅσα ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. 9 Οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν, καὶ εἰς τὴν κληρονομίαν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν. 10 Καὶ διαβήσεσθε τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλείας. 11 Καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν. 12 Καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ παῖδες ὑμῶν, καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν· ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθʼ ὑμῶν. 13 Πρόσεχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ οὗ ἐὰν ἴδῃς. 14 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν φυλῶν σου, ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. 15 Ἀλλʼ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις, καὶ φαγῇ κρέα κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ, ὡς δορκάδα ἢ ἔλαφον. 16 Πλὴν τὸ αἷμα οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ, ὡς ὕδωρ.
17 Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου. 18 ἀλλʼ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου.
19 Πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἂν ζῇς ἐπὶ τῆς γῆς.
20 Ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, καθάπερ ἐλάλησέ σοι, καὶ ἐρεῖς, φάγομαι κρέα, ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φαγῇ κρέα. 21 Ἐὰν δὲ μακρὰν ἀπέχῃ σου ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου, καὶ ἀπὸ τῶν προβάτων σου ὧν ἂν δῷ ὁ Θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι, καὶ φαγῇ ἐν ταῖς πόλεσί σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου. 22 Ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτω φαγῇ αὐτό· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται. 23 Πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή· οὐ βρωθήσεται ψυχὴ μετὰ τῶν κρεῶν. 24 Οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ. 25 Οὐ φαγῇ αὐτὸ, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. 26 Πλὴν τὰ ἅγιά σου ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. 27 Καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου, τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου· τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ σου, τὰ δὲ κρέα φαγῇ. 28 Φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου διʼ αἰῶνος, ἐὰν ποιήσῃς τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.
29 Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν, 30 πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, λέγων, πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ. 31 Οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα Κυρίου ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν. 32 Πᾶν ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπʼ αὐτοῦ.

Deuteronomy 4:1-2

1 Καὶ νῦν Ἰσραὴλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. 2 Οὐ προσθήσετε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπʼ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

Deuteronomy 4:5

5 Ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν.

Deuteronomy 4:9-10

9 Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα· μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, 10 ἡμέραν ἣν ἔστητε ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας· ὅτι εἶπε Κύριος πρὸς μὲ, ἐκκλησίασον πρὸς μὲ τὸν λαὸν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως μάθωσι φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσι.

Deuteronomy 4:19

19 Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.

Deuteronomy 4:45

45 Ταῦτα τὰ μαρτύρια, καὶ τὰ δικαιώματα, καὶ τὰ κρίματα, ὅσα ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου,

Deuteronomy 6:1-2

1 Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν. 2 Ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.

Deuteronomy 12:19

19 Πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἂν ζῇς ἐπὶ τῆς γῆς.

1 Kings 8:40

40 ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

Job 7:1

1 Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;

Psalms 104:33

33 Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Psalms 146:2

2 Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Exodus 23:24

24 Οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν· ἀλλὰ καθαιρέσει καθελεῖς, καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.

Exodus 34:12-17

12 Πρόσεχε σεαυτῷ, μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτήν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν. 13 Τούς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τάς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί. 14 Οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ Κύριος ὁ Θεὸς, ζηλωτὸν ὄνομα, Θεὸς ζηλωτής ἐστι. 15 Μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσί σε, καὶ φάγῃς τῶν αὐτῶν, 16 καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου, καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν. 17 Καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.

Numbers 22:41

41 Καὶ ἐγενήθη πρωΐ· καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαάμ, ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ, καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

Numbers 33:51-52

51 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναάν. 52 Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.

Deuteronomy 7:5

5 Ἀλλʼ οὕτω ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί.

Deuteronomy 7:25-26

25 Τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον, οὐδὲ χρυσίον ἀπʼ αὐτῶν σὺ λήψῃ σεαυτῷ, μὴ πταίσῃς διʼ αὐτὸ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι. 26 Καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἀνάθεμα ἔσῃ ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς, καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστί.

Judges 2:2

2 Καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε.

2 Kings 16:4

4 Καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

2 Kings 17:10-11

10 καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, 11 καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς, καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον,

2 Kings 23:13

13 Καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἱερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσθὰθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων, καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ, καὶ τῷ Μολχὸλ βδελύγματι υἱῶν Ἀμὼν, ἐμίανεν ὁ βασιλεύς.

Jeremiah 3:6

6 Καὶ εἶπε Κύριος πρὸς μὲ ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως, εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.

Ezekiel 20:28-29

28 Καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν αὐτοῖς· καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας, καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν. 29 Καὶ εἶπον πρὸς αὐτοὺς, τί ἐστιν Ἀβαμὰ, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἀβαμὰ, ἕως τῆς σήμερον ἡμέρας.

Hosea 4:13

13 Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη· διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσι.

Exodus 23:13

13 Πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς, φυλάξασθε· καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.

Numbers 33:52

52 Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.

1 Kings 15:13

13 Καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς, καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάῤῥῳ Κέδρων.

2 Kings 18:4

4 Αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.

2 Kings 23:14

14 Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.

2 Chronicles 14:3

3 Καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξέκοψε τὰ ἄλση,

2 Chronicles 19:3

3 Ὅτι ἀλλʼ ἢ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον.

2 Chronicles 31:1

1 Καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθε πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ἰούδα, καὶ συνέτριψαν τὰς στήλας, καὶ ἔκοψαν τά ἄλση, καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Βενιαμὶν, καὶ ἐξ Ἐφραὶμ, καὶ ἀπὸ Μανασσῆ ἕως εἰς τέλος· καὶ ἐπέστρεψαν πᾶς Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ εἰς τὰς πόλεις αὐτῶν.

2 Chronicles 34:3

3 Καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ʼκαὶ αὐτὸς ἔτι παιδάριονʼ ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν, καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν περιβωμίων, καὶ ἀπὸ τῶν χωνευτῶν.

Psalms 16:4

4 Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.

Jeremiah 17:2

2

Hosea 2:17

17 Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκ ἔτι τὰ ὀνόματα αὐτῶν.

Micah 5:14

14 Καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου.

Zechariah 13:2

2 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Σαβαὼθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι αὐτῶν ἔσται μνεία· καὶ τοὺς ψευδοπροφήτας, καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.

Leviticus 20:23

23 Καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν, οὓς ἐξαποστέλλω ἀφʼ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς.

Deuteronomy 12:30-31

30 πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, λέγων, πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν; ποιήσω κἀγώ. 31 Οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα Κυρίου ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.

Deuteronomy 16:21-22

21 Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον τοῦ Θεοῦ σου οὐ ποιήσεις σεαυτῷ. 22 Οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου.

Deuteronomy 20:18

18 ἵνα μὴ διδάξωσι ποιεῖν ὑμᾶς πάντα τὰ βδελύγματα αὐτῶν, ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν.

Exodus 15:2

2 Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.

Exodus 25:22

22 Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβὶμ, τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

Numbers 7:89

89 Ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ, καὶ ἤκουσε τὴν φωνὴν Κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀναμέσον τῶν δύο Χερουβίμ· καὶ ἐλάλει πρὸς αὐτόν.

Deuteronomy 12:11

11 Καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν.

Deuteronomy 12:13

13 Πρόσεχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ οὗ ἐὰν ἴδῃς.

Deuteronomy 16:2

2 Καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.

Deuteronomy 26:2

2 καὶ λήψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον, καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.

Joshua 9:27

27 Καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ, καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος.

Joshua 18:1

1 Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἡ γῆ ἐκρατήθη ὑπʼ αὐτῶν.

1 Kings 8:16

16 ἀφʼ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ἱερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ.

1 Kings 8:20

20 Καὶ ἀνέστησε Κύριος τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησε· καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ἰσραὴλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.

1 Kings 8:27

27 Ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;

1 Kings 8:29

29 τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς, εἰς τὸν τόπον, ὃν εἶπας, ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.

1 Kings 14:21

21 Καὶ Ῥοβοὰμ υἱὸς Σαλωμὼν ἐβασίλευσεν ἐπὶ Ἰούδαν· υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελέξατο Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ Ἰσραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμὰ ἡ Ἀμμωνίτις.

1 Chronicles 22:1

1 Καὶ εἶπε Δαυὶδ, οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ.

2 Chronicles 7:12

12 Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, ἤκουσα τῆς προσευχῆς σου, καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.

Psalms 78:68

68 Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησε.

Psalms 87:2-3

2 Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. 3 Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ· διάψαλμα.

Psalms 132:13-14

13 Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ· 14 Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν.

Isaiah 66:1-2

1 Οὕτωσ λέγει Κύριος, ὁ οὐρανός μου θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; 2 Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλʼ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;

Leviticus 17:3-9

3 ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον, ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, 4 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου· καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχεεν· ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 5 Ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα· καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά. 6 Καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
7 Καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. 8 Καὶ ἐρεῖς πρὸς αὐτούς, ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν, 9 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ Κυρίῳ, ἐξολοθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ.

Leviticus 27:32-33

32 Καὶ πᾶσα δεκάτη βοῶν, καὶ προβάτων, καὶ πᾶν ὃ ἂν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ Κυρίῳ. 33 Οὐκ ἀλλάξεις καλὸν πονηρῷ, οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον, οὐ λυτρωθήσεται.

Numbers 18:15-17

15 Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλʼ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ. 16 Καὶ ἡ λύτρωσις αὐτοῦ, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσιν ὀβολοί εἰσι. 17 Πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων, καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.

Deuteronomy 12:17

17 Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου.

Deuteronomy 14:22-26

22 Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατʼ ἐνιαυτόν. 23 Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας. 24 Ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου, 25 καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν. 26 Καὶ δώσεις ἀργύριον ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἢ ἐπʼ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντός οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου,

Deuteronomy 15:19-20

19 Πᾶν πρωτότοκον, ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικά, ἁγιάσεις Κυρίῳ τῷ Θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου. 20 Ἔναντι Κυρίου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, σὺ καὶ ὁ οἶκός σου.

Ezekiel 20:40

40 Διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπʼ ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος· καὶ ἐκεῖ προσδέξομαι, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν, ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν·

Malachi 3:8

8 Μήτι πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με· καὶ ἐρεῖτε, ἐν τίνι ἐπτερνίσαμέν σε; ὅτι τὰ ἐπιδέκατα, καὶ αἱ ἀπαρχαὶ μεθʼ ὑμῶν εἰσι·

Malachi 3:10

10 καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· ἐπιστρέψατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ τὴν εὐλογίαν μου ὑμῖν, ἕως τοῦ ἱκανωθῆναι.

Leviticus 23:40

40 Καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυνθρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, εὐφρανθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ.

Deuteronomy 12:12

12 Καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ παῖδες ὑμῶν, καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν· ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθʼ ὑμῶν.

Deuteronomy 12:18

18 ἀλλʼ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου.

Deuteronomy 14:23

23 Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας.

Deuteronomy 14:26

26 Καὶ δώσεις ἀργύριον ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἢ ἐπʼ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντός οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου,

Deuteronomy 15:20

20 Ἔναντι Κυρίου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, σὺ καὶ ὁ οἶκός σου.

Deuteronomy 16:11-15

11 Καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.
12 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας. 13 Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου. 14 Καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσί σου. 15 Ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρίῳ τῷ Θεῷ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς γεννήμασί σου, καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος.

Deuteronomy 26:11

11 καὶ εὐφρανθήσῃ ἐν πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἔδωκέ σοι Κύριος ὁ Θεός σου, καὶ ἡ οἰκία σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν σοί.

Deuteronomy 27:7

7 Καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου· καὶ φαγῇ, καὶ ἐμπλησθήσῃ, και εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.

Psalms 128:1-2

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 2 Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται.

Isaiah 23:18

18 Καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον Κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι, καὶ εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου.

Malachi 2:13

13 Καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου, καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων· ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν, ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;

Numbers 15:39

39 Καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτὰ· καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου, καὶ ποιήσετε αὐτάς· καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν, καὶ τῶν ὀφθαλμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν,

Judges 17:6

6 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

Judges 21:25

25 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.

Proverbs 21:2

2 Πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος, κατευθύνει δὲ καρδίας Κύριος.

Amos 5:25

25 Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι οἶκος Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ;

Deuteronomy 25:19

19 Καὶ ἔσται ἡνίκα ἐὰν καταπαύσῃ σε Κύριος ὁ Θεός σου ἀπὸ πάντων τῶν ἐχθρῶν σου τῶν κύκλῳ σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, ἐξαλείψεις τὸ ὄνομα Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν, καὶ οὐ μὴ ἐπιλάθῃ.

1 Kings 8:56

56 εὐλογητὸς Κύριος σήμερον, ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ.

1 Chronicles 23:25

25 Ὅτι εἶπε Δαυὶδ, κατέπαυσε Κύριος ὁ Θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ, καὶ κατεσκήνωσεν ἐν Ἱερουσαλὴμ ἕως αἰῶνος.

Psalms 95:11

11 Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Micah 2:10

10 Ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας· διεφθάρητε φθορᾷ,

Leviticus 25:18-19

18 Καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου, καὶ πάσας τὰς κρίσεις μου, καὶ φυλάξεσθε, καὶ ποιήσετε αὐτὰ, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες. 19 Καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ φάγεσθε εἰς πλησμονὴν, καὶ κατοικήσετε πεποιθότες ἐπʼ αὐτῆς.

Deuteronomy 3:27

27 Ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ Λίβα καὶ ἀνατολὰς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.

Deuteronomy 4:22

22 Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον· ὑμεῖς δὲ διαβαίνετε, καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην.

Deuteronomy 9:1

1 Ἄκουε Ἰσραήλ· σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,

Deuteronomy 11:31

31 Ὑμεῖς γὰρ διαβαίνετε τὸν Ἰορδάνην, εἰσελθόντες κληρονομῆσαι τὴν γῆν, ἣν Κύριος ὁ Θεός ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κατοικήσετε ἐν αὐτῇ.

Deuteronomy 33:12

12 Καὶ τῷ Βενιαμὶν εἶπεν, ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεός σκιάζει ἐπʼ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀναμέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.

Deuteronomy 33:28

28 Καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακὼβ, ἐπὶ σίτῳ καὶ οἴνῳ· καὶ ὁ οὐρανὸς σοι συνεφφὴς δρόσῳ.

Joshua 3:17-4:1

17 Καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

Joshua 4:12

12 Καὶ διέβησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραὴλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.

1 Samuel 7:12

12 Καὶ ἔλαβε Σαμουὴλ λίθον ἕνα, καὶ ἔστησεν αὐτὸν ἀναμέσον Μασσηφὰθ καὶ ἀναμέσον τῆς παλαιᾶς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀβενέζερ, λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν, ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος.

1 Kings 4:25

25 27(25) 

Psalms 4:8

8 Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σύ, Κύριε κατὰ μόνας ἐπʼ ἐλπίδι κατῴκισάς με.

Proverbs 1:33

33 Ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

Jeremiah 23:6

6 Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.

Jeremiah 32:37

37 Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου, καὶ τῷ θυμῷ μου, καὶ ἐν παροξυσμῷ μεγάλῳ· καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον, καὶ καθιῶ αὐτοὺς πεποιθότας·

Jeremiah 33:11

11 φωνὴ εὐφροσύνης, καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων, ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τοπρότερον, εἶπε Κύριος.

Ezekiel 28:26

26 καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς ἐν ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.

Ezekiel 34:25

25 Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.

Ezekiel 34:28

28 καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσι, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.

Ezekiel 38:8

8 Ἀφʼ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται, καὶ ἐπʼ ἐσχάτου ἐτῶν ἐλεύσεται, καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγενήθη ἔρημος διʼ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε, καὶ κατοικήσουσιν ἐπʼ εἰρήνης ἅπαντες.

Deuteronomy 12:5

5 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ ἐλεύσεσθε ἐκεῖ.

Deuteronomy 12:14

14 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν φυλῶν σου, ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.

Deuteronomy 12:21

21 Ἐὰν δὲ μακρὰν ἀπέχῃ σου ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου, καὶ ἀπὸ τῶν προβάτων σου ὧν ἂν δῷ ὁ Θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι, καὶ φαγῇ ἐν ταῖς πόλεσί σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου.

Deuteronomy 12:26

26 Πλὴν τὰ ἅγιά σου ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.

Deuteronomy 16:2-8

2 Καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. 3 Οὐ φαγῇ ἐπʼ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φαγῇ ἐπʼ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. 4 Οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τοπρωΐ. 5 Οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι· 6 ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου. 7 Καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φαγῇ ἐν τῷ τόπῳ, οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν· καὶ ἀποστραφήσῃ τοπρωῒ, καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου. 8 Ἓξ ἡμέρας φαγῇ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον ἑορτὴ Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, πλὴν ὅσα ποιηθήσεται ψυχῇ.

Deuteronomy 17:8

8 Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον κρίσις κρίσεως, καὶ ἀναμέσον ἁφὴ ἁφῆς, καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ,

Deuteronomy 18:6

6 Ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, οὗ αὐτὸς παροικεῖ, καθʼ ὅτι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται,

Deuteronomy 23:16

16 Μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν κατοικήσει οὗ ἂν ἀρέσῃ αὐτῷ· οὐ θλίψεις αὐτόν.

Deuteronomy 31:11

11 ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν,

1 Kings 8:13

Jeremiah 7:12

12 Ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλὼ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ἰσραήλ.

Numbers 18:20

20 Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρὼν, ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.

Numbers 18:23-24

23 Καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν. 24 Ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραὴλ ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς, ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κλῆρον.

Numbers 18:26

26 καὶ τοῖς Λευίταις λαλήσεις, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρʼ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπʼ αὐτοῦ ἀφαίρεμα Κυρίῳ, ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.

Deuteronomy 10:9

9 Διὰ τοῦτο οὐκ ἔστι τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.

Deuteronomy 12:7

7 Καὶ φάγεσθε ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἐὰν ἐπιβάλητε τὴν χεῖρα ὑμεῖς, καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέ σε Κύριος ὁ Θεός σου.

Deuteronomy 14:26-27

26 Καὶ δώσεις ἀργύριον ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἢ ἐπʼ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντός οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου, 27 καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.

Deuteronomy 14:29

29 Καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.

Deuteronomy 16:11

11 Καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.

Deuteronomy 16:14

14 Καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσί σου.

Deuteronomy 18:1-2

1 Οὐκ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευίταις ὅλῃ φυλῇ Λευί μερὶς οὐδὲ κλῆρος μετὰ Ἰσραήλ· καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά. 2 Κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.

Deuteronomy 26:12

12 Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γεννημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσονται.

Joshua 13:14

14 Πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς Ἰσραὴλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος· καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.

Joshua 13:33

Joshua 14:4

4 ὅτι ἦσαν οἱ υἱοὶ Ἰωσὴφ δύο φυλαὶ Μανασσῆ καὶ Ἐφραΐμ· καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλʼ ἢ πόλεις κατοικεῖν, καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι, καὶ τὰ κτήνη αὐτῶν.

1 Kings 8:66

66 Καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαόν· καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες· καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ, καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.

2 Chronicles 29:36

36 Καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς, διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.

2 Chronicles 30:21-26

21 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλὴμ, τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ, καὶ καθυμνοῦντες τῷ Κυρίῳ ἡμέραν καθʼ̓ ἡμέραν, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ Κυρίῳ. 22 Καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας, θύοντες θυσίαν σωτηρίου, καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.
23 Καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ. 24 Ὅτι Ἐζεκίας ἀπήρξατο τῷ Ἰούδᾳ τῇ ἐκκλησίᾳ χιλίους μόσχους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος. 25 Καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πᾶσα ἡ ἐκκλησία Ἰούδα, καὶ οἱ εὑρεθέντες ἐξ Ἱερουσαλὴμ, καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς Ἰσραὴλ, καὶ οἱ κατοικοῦντες Ἰούδα. 26 Καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ἱερουσαλήμ· ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἱερουσαλήμ.

Nehemiah 8:10-12

10 Καὶ εἶπεν αὐτοῖς, πορεύεσθε φάγετε λιπάσματα, καὶ πίετε γλυκάσματα, καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσινμ, ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ Κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶ Κύριος ἰσχὺς ἡμῶν. 11 Καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν, λέγοντες, σιωπᾶτε, ὅτι ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε. 12 Καὶ ἀπῆλθε πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀποστέλλειν μερίδας, καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς.

Psalms 100:1-2

1 Ψαλμὸς εἰς ἐξομολόγησιν.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, 2 δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ· εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.

Psalms 147:1

1 Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου.
Αἰνεῖτε τὸν Κύριον ὅτι ἀγαθὸν ψαλμὸς, τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.

Leviticus 17:2-5

2 λάλησον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος, λέγων, 3 ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον, ἢ πρόβατον, ἢ αἶγα ἐν τῇ παρεμβολῇ, καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, 4 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου· καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχεεν· ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 5 Ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα· καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά.

Deuteronomy 12:6

6 Καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς εὐχὰς ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν, καὶ τῶνπροβάτων ὑμῶν.

1 Kings 12:28-32

28 Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς, καὶ ἐπορεύθη, καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς, καὶ εἶπε πρὸς τὸν λαὸν, ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ θεοί σου Ἰσραὴλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν. 30 Καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δὰν, καὶ εἴασαν τὸν οἶκον Κυρίου. 31 Καὶ ἐποίησεν οἴκους ἐφʼ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί.
32 Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησε.

1 Kings 15:34

34 Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ.

2 Chronicles 15:17

17 Πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλʼ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.

Psalms 5:7

7 Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.

Psalms 9:11

11 Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ.

Deuteronomy 12:20-23

20 Ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, καθάπερ ἐλάλησέ σοι, καὶ ἐρεῖς, φάγομαι κρέα, ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φαγῇ κρέα. 21 Ἐὰν δὲ μακρὰν ἀπέχῃ σου ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου, καὶ ἀπὸ τῶν προβάτων σου ὧν ἂν δῷ ὁ Θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι, καὶ φαγῇ ἐν ταῖς πόλεσί σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου. 22 Ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτω φαγῇ αὐτό· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται. 23 Πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή· οὐ βρωθήσεται ψυχὴ μετὰ τῶν κρεῶν.

Deuteronomy 14:5

5 ἔλαφον, καὶ δορκάδα, καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν.

Deuteronomy 15:22-23

22 Ἐν ταῖς πόλεσί σου φαγῇ αὐτό· ὁ ἀκάθαρτος ἐν σοὶ, καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον. 23 Πλὴν αἷμα οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.

Genesis 9:4

4 Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε.

Leviticus 7:26-27

26 16 Πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν, ἀπό τε τῶν κτηνῶν καὶ ἀπὸ τῶν πετεινῶν. 27 17 Πᾶσα ψυχή ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.

Leviticus 17:10-13

10 Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα· καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα, καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς. 11 Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται. 12 Διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραὴλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα· καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα. 13 Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα, καὶ καλύψει αὐτὸ τῇ γῇ.

Deuteronomy 12:23-24

23 Πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή· οὐ βρωθήσεται ψυχὴ μετὰ τῶν κρεῶν. 24 Οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ.

Deuteronomy 15:23

23 Πλὴν αἷμα οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.

Leviticus 27:30-32

30 Πᾶσα δεκάτη τῆς γῆς, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ τοῦ καρποῦ τοῦ ξυλίνου, τῷ Κυρίῳ ἐστίν, ἅγιον τῷ Κυρίῳ. 31 Ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνθρωπος τὴν δεκάτην αὐτοῦ, τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτὸν, καὶ ἔσται αὐτῷ. 32 Καὶ πᾶσα δεκάτη βοῶν, καὶ προβάτων, καὶ πᾶν ὃ ἂν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ Κυρίῳ.

Numbers 18:21-24

21 Καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δώδεκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 22 Καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.

Deuteronomy 14:22-29

22 Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατʼ ἐνιαυτόν. 23 Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας. 24 Ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου, 25 καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν. 26 Καὶ δώσεις ἀργύριον ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἢ ἐπʼ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντός οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου, 27 καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.
28 Μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου, ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου. 29 Καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.

Deuteronomy 26:14

14 Καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπʼ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπʼ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπʼ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐποίησα καθὰ ἐνετείλω μοι.

Deuteronomy 12:11-12

11 Καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν. 12 Καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ παῖδες ὑμῶν, καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν· ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθʼ ὑμῶν.

Psalms 32:11

11 Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Psalms 68:3

3 Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν· ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.

Proverbs 3:17

17 Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαὶ, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ.

Isaiah 12:3

3 Καὶ ἀντλήσατε ὕδωρ μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.

2 Chronicles 11:13-14

13 Καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἳ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων· 14 Ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδα εἰς Ἱερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ,

2 Chronicles 31:4-21

4 Καὶ εἶπαν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλὴμ, δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου Κυρίου. 5 Καὶ ὡς προσέταξε τὸν λόγον, ἐπλεόνασεν Ἰσραὴλ ἀπαρχὴν σίτου, καὶ οἴνου, καὶ ἐλαίου, καὶ μέλιτος, καὶ πᾶν γέννημα ἀγροῦ, καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ καὶ Ἰούδα. 6 Καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων, καὶ ἐπιδέκατα αἰγῶν, καὶ ἡγίασαν τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς. 7 Ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ συνετελέσθησαν. 8 Καὶ ἦλθεν Ἐζεκίας καὶ οἱ ἄρχοντες, καὶ εἶδον τοὺς σωροὺς, καὶ ηὐλόγησαν τὸν Κύριον καὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ. 9 Καὶ ἐπυνθάνετο Ἐζεκίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν. 10 Καὶ εἶπε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδὼκ, καὶ εἶπεν, ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ἕως εἰς πλῆθος, ὅτι Κύριος ηὐλόγησε τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο.
11 Καὶ εἶπεν Ἐζεκίας ἔτι ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου· καὶ ἡτοίμασαν, 12 καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει· καὶ ἐπʼ αὐτῶν ἐπιστάτης Χωνενίας ὁ Λευίτης, καὶ Σεμεῒ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος· 13 Καὶ Ἰεϊὴλ, καὶ Ὀζίας, καὶ Ναὲθ, καὶ Ἀσαὴλ, καὶ Ἱεριμὼθ, καὶ Ἰωζαβὰδ, καὶ Ἐλιὴλ, καὶ ὁ Σαμαχία, καὶ Μαὰθ, καὶ Βαναΐας, καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενίου καὶ Σεμεῒ τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἀζαρίας ὁ ἡγούμενος οἴκου Κυρίου.
14 Καὶ Κωρὴ ὁ τοῦ Ἰεμνὰ ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων, δοῦναι τὰς ἀπαρχὰς Κυρίου, καὶ τὰ ἅγια τῶν ἁγίων, 15 διὰ χειρὸς Ὀδὸμ, καὶ Βενιαμὶν, καὶ Ἰησοῦς, καὶ Σεμεῒ, καὶ Ἀμαρίας, καὶ Σεχονίας, διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει, δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας, κατὰ τὸν μέγαν καὶ τὸν μικρόν, 16 ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω, παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον Κυρίου, εἰς λόγον ἡμερῶν εἰς ἡμέραν, εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν. 17 Οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατʼ οἴκους πατριῶν· καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει, 18 ἐγκαταλοχίαις ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον. 19 Τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερατεύουσι, καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσι, καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις.
20 Καὶ ἐποίησεν οὕτως Ἐζεκίας ἐν παντὶ Ἰούδᾳ, καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ Κυρίου Θεοῦ αὐτοῦ. 21 Καὶ ἐν παντὶ ἔργῳ ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ Κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν, ἐξεζήτησε τὸν Θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ, καὶ ἐποίησε καὶ εὐωδώθη.

Nehemiah 10:34-39

34 Καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαὸς, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ· 35 καὶ ἐνέγκαι τὰ πρωτογεννήματα τῆς γῆς ἡμῶν, καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν εἰς οἶκον Κυρίου, 36 καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν. 37 Καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν, καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου, καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις· καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν. 38 Καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ἀαρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον Θεοῦ. 39 Ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου, καὶ τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες· καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.

Genesis 15:18-21

18 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου· 19 Τοὺς Κεναίους, καὶ τοὺς Κενεζαίους, καὶ τούς Κεδμωναίους, 20 καὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς Ῥαφαεὶν, 21 καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους.

Genesis 28:14

14 Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ Λίβα, καὶ βοῤῥὰν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου.

Genesis 31:30

30 Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;

Exodus 23:31

31 Καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιεὶμ· καὶ ἀπὸ τῆς ἐρήμου, ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ, καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.

Exodus 34:24

24 Ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου, καὶ πλατυνῶ τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ.

Numbers 11:4

4 Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, τίς ἡμᾶς ψωμιεῖ κρέα;

Numbers 11:20

20 ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ, λέγοντες, ἱνατί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;

Numbers 11:34

34 Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα τῆς ἐπιθυμίας· ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.

Deuteronomy 11:24

24 Πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου, καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.

Deuteronomy 12:15

15 Ἀλλʼ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις, καὶ φαγῇ κρέα κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ, ὡς δορκάδα ἢ ἔλαφον.

Deuteronomy 19:8

8 Ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι Κύριος πᾶσαν τὴν γῆν, ἣν εἶπε δοῦναι τοῖς πατράσι σου,

2 Samuel 13:39

39 Καὶ ἐκόπασε ὁ βασιλεὺς Δαυὶδ τοῦ ἐξελθεῖν πρὸς Ἀβεσσαλώμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν, ὅτι ἀπέθανε.

2 Samuel 23:15

15 Καὶ ἐπεθύμησε Δαυὶδ, καὶ εἶπε, τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.

1 Chronicles 4:10

10 Καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν Θεὸν Ἰσραὴλ, λέγων, ἐὰν εὐλογῶν εὐλογήσῃς με, καὶ πληθύνῃς τὰ ὅριά μου, καὶ ᾖ ἡ χείρ σου μετʼ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα ὅσα ᾐτήσατο.

Psalms 63:1

1 Ψαλμὸς τῷ Δαυὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας.
Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ,

Psalms 84:2

2 Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.

Psalms 107:9

9 Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.

Psalms 119:20

20 Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.

Psalms 119:40

40 Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.

Psalms 119:174

174 Ἐπεπόθησα τὸ σωτήριόν σου Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι.

Exodus 20:24

24 Θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι, καὶ θύσετε ἐπʼ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν, καὶ τὰ πρόβατα, καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ, καὶ εὐλογήσω σε.

Deuteronomy 14:23-24

23 Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας. 24 Ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου,

Deuteronomy 16:6

6 ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου.

2 Chronicles 12:13

13 Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ῥοβοὰμ ἐν Ἱερουσαλὴμ, καὶ ἐβασίλευσε· καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, ἐν τῇ πόλει ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τό ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ, καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανῖτις.

Ezra 6:12

12 Καὶ ὁ Θεὸς οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψει πάντα βασιλέα καὶ λαόν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ· ἐγὼ Δαρεῖος ἔθηκα γνώμην, ἐπιμελῶς ἔσται.

Deuteronomy 12:15-16

15 Ἀλλʼ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις, καὶ φαγῇ κρέα κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ, ὡς δορκάδα ἢ ἔλαφον. 16 Πλὴν τὸ αἷμα οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ, ὡς ὕδωρ.

Leviticus 3:16-17

16 καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ· πᾶν τὸ στέαρ τῷ Κυρίῳ. 17 Νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν· πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε.

Leviticus 17:11

11 Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται.

Leviticus 17:13-14

13 Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα, καὶ καλύψει αὐτὸ τῇ γῇ. 14 Ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· καὶ εἶπα τοῖς υἱοῖς Ἰσραὴλ, αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· πᾶς ὁ ἔσθων αὐτὸ, ἐξολοθρευθήσεται.

Deuteronomy 12:16

16 Πλὴν τὸ αἷμα οὐ φάγεσθε· ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ, ὡς ὕδωρ.

Exodus 15:26

26 καὶ εἶπεν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἰώμενός σε.

Deuteronomy 4:40

40 Καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας.

Deuteronomy 5:16

16 Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.

Deuteronomy 6:18

18 Καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἵνα εὖ σοι γένηται, καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν,

Deuteronomy 12:28

28 Φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου διʼ αἰῶνος, ἐὰν ποιήσῃς τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.

Deuteronomy 13:18

18 ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.

1 Kings 11:38

38 Καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν, καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ.

Psalms 112:2

2 Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.

Ecclesiastes 2:26

26 Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καί τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Isaiah 3:10

10 εἰπόντες, δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.

Isaiah 48:18-19

18 Καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης. 19 Καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ.

Ezekiel 33:25

25 Passage supplied from the Alexandrine text.{διά τούτο είπον αυτοίς τάδε λέγει κύριος κύριος επί αίματος τρώγετε και τους οφθαλμούς υμών αίρετε εις τα βδελύγματα υμών και αίμα εκχέετε και την γην κληρονομήσετε

Genesis 28:20

20 Καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων, ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετʼ ἐμοῦ, καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι,

Leviticus 22:18-33

18 λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ πάσῃ συναγωγῇ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα· 19 Δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, ἢ ἐκ τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν. 20 Πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. 21 Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτόν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ. 22 Τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπʼ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ. 23 Καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον, σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. 24 Θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ Κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. 25 Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων· ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς οὐ δεχθήσεται ταῦτα ὑμῖν. 26 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 27 μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα Κυρίῳ. 28 Καὶ μόσχον καὶ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς, οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ.
29 Ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνην Κυρίῳ, εἰσδεκτὸν ὑμῖν θύσετε αὐτό. 30 Αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται· οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τοπρωΐ· ἐγώ εἰμι Κύριος. 31 Καὶ φυλάξετε τὰς ἐντολάς μου, καὶ ποιήσετε αὐτάς. 32 Καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ· ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς, 33 ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὥστε εἶναι ὑμῶν Θεός· ἐγὼ Κύριος.

Numbers 5:9-10

9 Καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραὴλ, ὅσα ἐὰν προσφέρωσι Κυρίῳ, τῷ ἱερεῖ αὐτῷ ἔσται· 10 Καὶ ἑκάστου τὰ ἡγιασμένα, αὐτοῦ ἔσται· καὶ ἀνήρ, ὃς ἂν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.

Numbers 18:19

19 Πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἑὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.

Deuteronomy 12:17-18

17 Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου. 18 ἀλλʼ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου.

1 Samuel 1:21-24

21 Καὶ ἀνέβη ὁ ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν, καὶ τὰς εὐχὰς αὐτοῦ, καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ. 22 Καὶ Ἄννα οὐκ ἀνέβη μετʼ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ. 23 Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου· καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
24 Καὶ ἀνέβη μετʼ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι, καὶ ἄρτοις, καὶ οἰφὶ σεμιδάλεως, καὶ νέβελ οἴνου· καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλὼμ, καὶ τὸ παιδάριον μετʼ αὐτῶν.

Psalms 66:13-15

13 Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, 14 ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου· 15 Ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων· διάψαλμα.

Leviticus 1:5

5 καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου· καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου·

Leviticus 1:9

9 Tὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.

Leviticus 1:13

13 Καὶ τὰ ἐγκοίλια, καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα, καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι, θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.

Leviticus 4:30

30 Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.

Exodus 34:11

11 Πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Χετταῖον, καὶ Εὐαῖον, καὶ Γεργεσαῖον, καὶ Ἰεβουσαῖον.

Leviticus 19:37

37 Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

Deuteronomy 12:25

25 Οὐ φαγῇ αὐτὸ, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.

Deuteronomy 24:8

8 10 Πρόσεχε σαυτῷ ἐν τῇ ἁφῇ τῆς λέπρας· φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον, ὃν ἂν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, φυλάξασθε ποιεῖν.

2 Chronicles 7:17

17 Καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυὶδ ὁ πατήρ σου, καὶ ποιήσεις κατὰ πάντα ἃ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ,

Nehemiah 1:5

5 Καὶ εἶπα, μὴ δή Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρὸς, ὁ μέγας καὶ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ·

Psalms 105:45

45 Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.

Ezekiel 37:24

24 Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά.

Exodus 23:23

23 Πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου, καὶ εἰσάξει σε πρὸς τὸν Ἀμοῤῥαῖον, καὶ Χετταῖον, καὶ Φερεζαῖον, καὶ Χαναναῖον, καὶ Γεργεσαῖον, καὶ Εὐαῖον, καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς.

Deuteronomy 9:3

3 Καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου οὗτος προπορεύσεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολοθρεύσει αὐτοὺς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος.

Deuteronomy 19:1

1 Ἐὰν δὲ ἀφανίσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, ἃ ὁ Θεὸς δίδωσί σοι τὴν γῆν, καὶ κατακληρονομήσητε αὐτοὺς, καὶ κατοικήσετε ἐν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐν τοῖς οἴκοις αὐτῶν,

Joshua 23:4

4 Ἴδετε ὅτι ἐπέῤῥιφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν, ἀπὸ τοῦ Ἰορδάνου πάντα τά ἔθνη, ἃ ἐξωλόθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.

Psalms 78:55

55 Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας, καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.

Exodus 23:31-33

31 Καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιεὶμ· καὶ ἀπὸ τῆς ἐρήμου, ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ, καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ. 32 Οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην. 33 Καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσι πρὸς με· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσκομμα.

Leviticus 18:3

3 Κατὰ τὰ ἐπιτηδεύματα Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπʼ αὐτῇ, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε.

Deuteronomy 7:16

16 Καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν· ὅτι σκῶλον τοῦτό ἐστί σοί.

Judges 2:2-3

2 Καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε. 3 Κἀγὼ εἶπον, οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.

2 Kings 17:15

15 Καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα.

Psalms 106:34-38

34 Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. 35 Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. 36 Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. 37 Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, 38 καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι,

Jeremiah 10:2

2 Τάδε λέγει Κύριος, κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν.

Ezekiel 20:28

28 Καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν αὐτοῖς· καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας, καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν.

Ezekiel 20:32

32 Καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε, ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις.

Exodus 23:2

2 Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ τῶν πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν.

Leviticus 18:21

21 Καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι· καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος.

Leviticus 18:26-30

26 Καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου, καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων ὁ ἐγχώριος, καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν· 27 (Πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς, οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ·) 28 καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν. 29 Ὅτι πᾶς, ὃς ἐὰν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν. 30 Καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονε πρὸ τοῦ ὑμᾶς· καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

Leviticus 20:2

2 καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν Ἰσραὴλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις.

Deuteronomy 9:5

5 Οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἵνα στήσῃ τὴν διαθήκην, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.

Deuteronomy 12:4

4 Οὐ ποιήσετε οὕτω Κυρίῳ τῷ Θεῷ ὑμῶν.

Deuteronomy 18:9-10

9 Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.
10 Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδονιζόμενος, καὶ οἰωνιζόμενος,

2 Kings 17:15-17

15 Καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα. 16 Ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση, καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐλάτρευσαν τῷ Βάαλ. 17 Καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, καὶ ἐμαντεύοντο μαντείας, καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

2 Kings 21:2

2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

2 Chronicles 33:2

2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, οὓς ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

2 Chronicles 36:14

14 Καὶ πάντες οἱ ἔνδοξοι Ἰούδα, καὶ οἱ ἱερεῖς, καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν, καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.

Jeremiah 7:31

31 Καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφὲθ, ὅς ἐστιν ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρί, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου.

Jeremiah 32:35

35 Καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς, καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο, πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰούδαν.

Ezekiel 20:31

31 καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν οἶκος τοῦ Ἰσραήλ; ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.

Ezekiel 23:27

27 Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου· καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπʼ αὐτοὺς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.

Micah 6:7

7 Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν; ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκά μου ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;

Deuteronomy 4:2

2 Οὐ προσθήσετε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπʼ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

Joshua 1:7

7 Ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου· καὶ οὐκ ἐκκλινεῖς ἀπʼ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς.

Proverbs 30:6

6 Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.