Brenton_Greek(i) 9 Καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραὴλ, ὅσα ἐὰν προσφέρωσι Κυρίῳ, τῷ ἱερεῖ αὐτῷ ἔσται· 10 Καὶ ἑκάστου τὰ ἡγιασμένα, αὐτοῦ ἔσται· καὶ ἀνήρ, ὃς ἂν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.