Deuteronomy 11:22 Cross References - Brenton_Greek

22 Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ προσκολλᾶσθαι αὐτῷ,

Genesis 2:24

24 Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Deuteronomy 6:17

17 Φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια, καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι.

Deuteronomy 10:20

20 Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.

Deuteronomy 11:13

13 Ἐὰν δὲ ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸ Θεόν σου, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,

Deuteronomy 30:20

20 ἀγαπᾶν Κύριον τὸν Θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ, καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, κατοικεῖν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.