18 Καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ, καὶ κατέσπασαν αὐτὸν, καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς· καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων· καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου.
2 Kings 11:18 Cross References - Brenton_Greek
Exodus 32:20
20 Καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν, κατέκαυσεν αὐτὸν ἐν πυρὶ, καὶ κατήλεσεν αὐτὸν λεπτὸν, καὶ ἔσπειρεν αὐτὸν ὑπὸ τὸ ὕδωρ, καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ἰσραήλ.
Deuteronomy 12:3
3 Καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρὶ, καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου.
Deuteronomy 13:5
5 Καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος, ἀποθανεῖται· ἐλάλησε γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατό σοι Κύριος ὁ Θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Deuteronomy 13:9
9 ἀναγγέλων ἀναγγελεῖς περὶ αὐτοῦ, καὶ αἱ χεῖρές σου ἔσονται ἐπʼ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτὸν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπʼ ἐσχάτῳ.
1 Kings 18:40
40 Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
2 Kings 9:25-28
25 Καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ, ῥίψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλίτου, ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπʼ αὐτὸν τὸ λῆμμα τοῦτο· 26 Εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ῥίψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα Κυρίου.
27 Καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθγάν· καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ, καὶ εἶπε, καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαῒ, ἥ ἐστιν Ἰεβλαάμ· καὶ ἔφυγεν εἰς Μαγεδδὼ, καὶ ἀπέθανεν ἐκεῖ. 28 Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ.
27 Καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθγάν· καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ, καὶ εἶπε, καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαῒ, ἥ ἐστιν Ἰεβλαάμ· καὶ ἔφυγεν εἰς Μαγεδδὼ, καὶ ἀπέθανεν ἐκεῖ. 28 Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ.
2 Kings 10:26
26 Καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ, καὶ ἐνέπρησαν αὐτήν.
2 Kings 18:4
4 Αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.
2 Kings 23:4-6
4 Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν, τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερουσαλὴμ ἐν σαδημὼθ Κέδρων, καὶ ἔβαλε τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ. 5 Καὶ κατέκαυσε τοὺς χωμαρὶμ οὓς ἔδωκαν βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ τοῖς περικύκλῳ Ἱερουσαλὴμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ, καὶ τῷ ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς μαζουρὼθ, καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.
6 Καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἱερουσαλὴμ εἰς τὸν χειμάῤῥουν Κέδρων, καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάῤῥῳ Κέδρων, καὶ ἐλέπτυνεν εἰς χοῦν· καὶ ἔῤῥιψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.
6 Καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἱερουσαλὴμ εἰς τὸν χειμάῤῥουν Κέδρων, καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάῤῥῳ Κέδρων, καὶ ἐλέπτυνεν εἰς χοῦν· καὶ ἔῤῥιψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.
2 Kings 23:10
10 Καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολὸχ ἐν πυρί.
2 Kings 23:14
14 Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.
2 Chronicles 21:17
17 Καὶ ἀνέβησαν ἐπὶ Ἰούδαν, καὶ κατεδυνάστευον, καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευὴν ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ οὐ κατελείφθη αὐτῷ υἱός, ἀλλʼ ἢ Ὀχοζίας ὁ μικρότατος τῶν υἱῶν αὐτοῦ.
2 Chronicles 23:17-20
17 Καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ, καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν, καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ. 18 Καὶ ἐνεχείρισεν Ἰωδαὲ ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν, καὶ ἀνέστησε τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλε Δαυὶδ ἐπὶ τὸν οἶκον Κυρίου, καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυίδ. 19 Καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα. 20 Καὶ ἔλαβε τοὺς πατριάρχας, καὶ τοὺς δυνατοὺς, καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ, καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθε διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τοῦ θρόνου τῆς βασιλείας.
2 Chronicles 34:4
4 Καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ, καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν· καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, καὶ τὰ χωνευτὰ συνέτριψε, καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς.
2 Chronicles 34:7
7 Καὶ κατέσπασε τὰ θυσιαστήρια, καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραὴλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.
Isaiah 2:18
18 Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν,
Zechariah 13:2-3
2 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Σαβαὼθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι αὐτῶν ἔσται μνεία· καὶ τοὺς ψευδοπροφήτας, καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. 3 Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπʼ ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν.