2 Chronicles 34:4

Brenton_Greek(i) 4 Καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ, καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν· καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, καὶ τὰ χωνευτὰ συνέτριψε, καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς.