13 Καὶ ἐπὶ τῶν νωτοφόρων, καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα, ἐργασία καὶ ἐργασία· καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.
2 Chronicles 34:13 Cross References - Brenton_Greek
1 Chronicles 9:17
17 Οἱ πυλωροί, Σαλὼμ, Ἀκοὺμ, Τελμὼν, καὶ Αἰμὰν, καὶ ἀδελφοὶ αὐτῶν· Σαλὼμ ὁ ἄρχων,
1 Chronicles 15:18
18 Καὶ μετʼ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας, καὶ Ὀζιὴλ, καὶ Σεμιραμὼθ, καὶ Ἰεϊὴλ, καὶ Ἐλιωὴλ, καὶ Ἐλιὰβ, καὶ Βαναία, καὶ Μαασαΐα, καὶ Ματθαθία, καὶ Ἐλιφεωὰ, καὶ Μακελλία, καὶ Ἀβδεδὸμ, καὶ Ἰεϊὴλ, καὶ Ὀζίας, οἱ πυλωροί.
1 Chronicles 16:38
38 Καὶ Ἀβδεδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ· καὶ Ἀβδεδὸμ υἱὸς Ἰδιθοὺν, καὶ Ὀσὰ, εἰς τοὺς πυλωρούς.
1 Chronicles 16:42
42 Καὶ μετʼ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ Ἰδιθοὺν εἰς τὴν πύλην.
1 Chronicles 23:4-5
1 Chronicles 26:1-19
1 Καὶ εἰς διαιρέσεις τῶν πυλῶν, υἱοὶ Κορεῒμ Μοσελλεμία ἐκ τῶν υἱῶν Ἀσάφ. 2 Καὶ τῷ Μοσελλεμίᾳ υἱος Ζαχαρίας ὁ πρωτότοκος, Ἰαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, Ἰεθνουὴλ ὁ τέταρτος, 3 Ἰωλὰμ ὁ πέμπτος, Ἰωνάθαν ὁ ἕκτος, Ἐλιωναῒ ὁ ἕβδομος, Ἀβδεδὸμ ὁ ὄγδοος. 4 Καὶ τῷ Ἀβδεδὸμ υἱοί, Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβὰθ ὁ δεύτερος, Ἰωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος, 5 Ἀμιὴλ ὁ ἕκτος, Ἰσσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός. 6 Καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ῥωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. 7 Υἱοὶ Σαμαῒ, Ὀθνὶ, καὶ Ῥαφαὴλ, καὶ Ὠβὴδ, καὶ Ἐλζαβὰθ, καὶ Ἀχιοὺδ, υἱοὶ δυνατοὶ, Ἑλιοῦ καὶ Σαβαχία, καὶ Ἰσβακώμ. 8 Πάντες ἀπὸ τῶν υἱῶν Ἀβδεδὸμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξηκονταδύο τῷ Ἀβδεδόμ.
9 Καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί. 10 Καὶ τῷ Ὀσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχὴν, ὅτι οὐκ ἦν πρωτότοκος· καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας. 11 Χελκίας ὁ δεύτερος, Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας ὁ τέταρτος· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ὀσᾷ τρισκαίδεκα.
12 Τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι, καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου. 13 Καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατʼ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. 14 Καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ, καὶ Ζαχαρίᾳ· υἱοὶ Σωὰζ τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βοῤῥᾶ. 15 Τῷ Ἀβδεδὸμ Νότον κατέναντι οἴκου Ἐσεφίν. 16 Εἰς δεύτερον τῷ Ὀσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. 17 Πρὸς ἀνατολὰς ἕξ τὴν ἡμέραν· Βοῤῥᾶ τῆς ἡμέρας τέσσαρες· Νότον τῆς ἡμέρας τέσσαρες· καὶ εἰς τὸν Ἐσεφὶν δύο 18 εἰς διαδεχομένους· καὶ τῷ Ὀσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλυν τοῦ παστοφορίου τρεῖς· φυλαδὴ καέναντι φυλακῆς τῆς ἀναβάσεως πρὸς ἀνατολὰς τῆς ἡμέρας ἓξ, καὶ τῷ Βοῤῥᾷ τέσσαρες, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὴν τρίβον δύο διαδεχομένους. 19 Αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς τοῦ Κορὲ, καὶ τοῖς υἱοῖς Μεραρί.

1 Chronicles 26:29-30
2 Chronicles 2:10
10 Καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα, εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας, καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας, καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας, καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
2 Chronicles 2:18
18 Καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.
2 Chronicles 8:10
10 Καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμὼν, πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.
2 Chronicles 8:14
14 Καὶ ἔστησε κατὰ τὴν κρίσιν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ τὰς διαιρέσεις τῶν ἱερέων, κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν, τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ·
2 Chronicles 19:11
11 Καὶ ἰδοὺ Ἁμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφʼ ὑμᾶς εἰς πάντα λόγον Κυρίου, καὶ Ζαβδίας υἱὸς Ἰσμαὴλ ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πάντα λόγον βασιλέως, καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.
Ezra 7:6-7
6 Αὐτὸς Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῇ, ὃν ἔδωκε Κύριος ὁ Θεὸς Ἰσραήλ· Καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς, ὅτι χεὶρ Κυρίου Θεοῦ αὐτοῦ ἐπʼ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός. 7 Καὶ ἀνέβησαν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τῶν ἱερέων, καὶ ἀπὸ τῶν Λευιτῶν. καὶ οἱ ἄδοντες, καὶ οἱ πυλωροὶ, καὶ οἱ Ναθινὶμ, εἰς Ἱερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀρθασασθὰ τῷ βασιλεῖ.
Nehemiah 4:10
10 Καὶ εἶπεν Ἰούδας, συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὁ χοῦς πολὺς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει.
Jeremiah 8:8
8 Πῶς ἐρεῖτε, ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθʼ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν.