1 Samuel 19 Cross References - Brenton_Greek

1 Καὶ ἐλάλησε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ, θανατῶσαι τὸν Δαυίδ. 2 Καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ, λέγων, Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωῒ, καὶ κρύβηθι καὶ κάθισον κρυφῇ. 3 Καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ· καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου, καὶ ὄψομαι ὅ, τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι.
4 Καὶ ἐλάλησεν Ἰωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ, καὶ εἶπε πρὸς αὐτὸν, μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυὶδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα. 5 Καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον, καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν; 6 Καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν· καὶ ὤμοσε Σαοὺλ λέγων, ζῇ Κύριος, εἰ ἀποθανεῖται. 7 Καὶ ἐκάλεσεν Ἰωνάθαν τὸν Δαυὶδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα· καὶ εἰσήγαγεν Ἰωνάθαν τὸν Δαυὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.
8 Καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαοὺλ, καὶ κατίσχυσε Δαυὶδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.
9 Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ· 10 καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ· καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον· καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη. 11 Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. 12 Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται. 13 Καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια, καὶ ἔθετο ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.
14 Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν. 15 Καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ, λέγων, ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν. 16 Καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. 17 Καὶ εἶπε Σαοὺλ τῇ Μελχὸλ, ἱνατί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου, καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαοὺλ, αὐτὸς εἶπεν, ἐξαπόστειλόν με, εἰ δὲ μὴ, θανατώσω σε.
18 Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη, καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ, καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ῥαμᾷ.
19 Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες, ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ῥαμᾷ. 20 Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπʼ αὐτῶν· καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι. 21 Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί· καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καί ἐπροφήτευσαν καὶ αὐτοί. 22 Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ, καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἀρμαθαὶμ, καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφὶ, καὶ ἠρώτησε καὶ εἶπε, ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν, ἰδοὺ ἐν Ναυὰθ ἐν Ῥαμᾷ. 23 Καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ῥαμᾷ, καὶ ἐγενήθη καὶ ἐπʼ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ῥαμᾷ. 24 Καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν· καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον, εἰ καὶ Σαοὺλ ἐν προφήταις;

1 Samuel 18:1

1 Passage supplied from the Alexandrine text.{Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ἡ ψυχὴ Ἰωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν Ἰωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ.

1 Samuel 18:9

9 Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.

1 Samuel 18:1-3

1 Passage supplied from the Alexandrine text.{Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ἡ ψυχὴ Ἰωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν Ἰωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ. 2 Καὶ ἔλαβεν αὐτὸν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔδωκεν αὐτὸν ἐπιστρέψαι ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. 3 Καὶ διέθετο Ἰωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ.

1 Samuel 20:2

2 Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν, μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσει ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν, καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο; οὐκ ἔστι τοῦτο.

Psalms 16:3

3 Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Proverbs 17:17

17 Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν, τούτου γὰρ χάριν γεννῶνται.

1 Samuel 20:9

9 Καὶ εἶπεν Ἰωνάθαν, μηδαμῶς σοι· ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σὲ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι.

1 Samuel 20:13

13 τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ, καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται Κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου.

Genesis 9:6

6 Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.

Genesis 42:22

22 Ἀποκριθεὶς δὲ Ῥουβὴν εἶπεν αὐτοῖς, οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.

1 Samuel 2:25

25 Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; Καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.

1 Samuel 20:32

32 Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, ἱνατί ἀποθνήσκει; τί πεποίηκε;

1 Samuel 22:14

14 Καὶ ἀπεκρίθη τῷ βασιλεῖ, καὶ εἶπε, καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς, καὶ γαμβρὸς τοῦ βασιλέως, καὶ ἄρχων παντὸς παραγγέλματός σου, καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;

2 Chronicles 6:22

22 Ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ καὶ λάβῃ ἐπʼ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτὸν, καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ,

Psalms 35:12

12 Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.

Psalms 109:4-5

4 Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. 5 Καὶ ἔθεντο κατʼ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.

Proverbs 17:13

13 Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.

Proverbs 24:11-12

11 Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ. 12 Ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε, ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Proverbs 31:8-9

8 Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. 9 Ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.

Jeremiah 18:20

20 Εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακὰ, ὅτι συνελάλησαν ῥήματα κακὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου, τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθὰ, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπʼ αὐτῶν.

Exodus 14:13

13 Εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν, θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον.

Deuteronomy 19:10-13

10 Καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος.
11 Ἐὰν δὲ γένηται ἐν σοὶ ἄνθρωπος μισῶν τὸν πλησίον, καὶ ἐνεδρεύσῃ αὐτὸν, καὶ ἐπαναστῇ ἐπʼ αὐτὸν, καὶ πατάξῃ αὐτοῦ ψυχὴν, καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων· 12 καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ, καὶ λήψονται αὐτὸν ἐκεῖθεν, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται. 13 Οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπʼ αὐτῷ, καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ἰσραὴλ, καὶ εὖ σοι ἔσται.

Judges 9:17

17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν, καὶ ἐξέῤῥιψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας, καὶ ἐῤῥύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιὰμ,

Judges 12:3

3 Καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου, καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμὼν, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπʼ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;

1 Samuel 11:13

13 Καὶ εἶπε Σαοὺλ, οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν Ἰσραήλ.

1 Samuel 14:45

45 Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαοὺλ, εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην· καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε.

1 Samuel 17:49-53

49 Καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα, καὶ ἐσφενδόνισε, καὶ ἐπάταξε τὸν ἀλλόφυλον εἰς τὸ μέτωπον αὐτοῦ, καὶ διέθυ ὁ λίθος διά τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπί πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 50 Passage supplied from the Alexandrine text.{Καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· καὶ ῥομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ.} 51 Καὶ ἔδραμε Δαυὶδ, καὶ ἐπέστη ἐπʼ αὐτὸν, καὶ ἔλαβε τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ· καὶ εἶδον οἱ ἀλλόφυλοι, ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον.
52 Καὶ ἀνίστανται ἄνδρες Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἠλάλαξαν, καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ, καὶ ἕως τῆς πύλης Ἀσκάλωνος· καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ, καὶ ἕως Ἀκκαρών. 53 Καὶ ἀνέστρεψαν ἄνδρες Ἰσραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων, καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν.

1 Samuel 28:21

21 Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ, καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου, καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι·

1 Chronicles 11:14

14 Καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος, καὶ ἔσωσεν αὐτὴν, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.

Psalms 25:3

3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.

Psalms 69:4

4 Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.

Psalms 119:109

109 Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

Jeremiah 26:15

15 Ἀλλʼ ἢ γνόντες γνώσεσθε, ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.

1 Samuel 14:39

39 Ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται· καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.

1 Samuel 19:10-11

10 καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ· καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον· καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη. 11 Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.

1 Samuel 28:10

10 Καὶ ὤμοσεν αὐτῇ Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.

Psalms 15:4

4 Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἐθετῶν.

Proverbs 26:24-25

24 Χείλεσι πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρὸς, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους. 25 Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῆς, ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.

Jeremiah 5:2

2 Ζῇ Κύριος, λέγουσι, διατοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;

Genesis 31:2

2 Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ χθὲς καὶ τρίτην ἡμέραν.

Exodus 4:10

10 Εἶπε δὲ Μωυσῆς πρὸς Κύριον, δέομαι, Κύριε· οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφʼ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι.

1 Samuel 16:21

21 Καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ, καὶ παρειστήκει ἐνώπιον αὐτοῦ, καὶ ἠγάπησεν αὐτὸν σφόδρα· καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.

1 Samuel 18:2

2 Καὶ ἔλαβεν αὐτὸν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔδωκεν αὐτὸν ἐπιστρέψαι ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

1 Samuel 18:10

10 Καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ. Καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθʼ ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ.

1 Samuel 18:13

13 καὶ ἀπέστησεν αὐτὸν ἀπʼ αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον· καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.

1 Chronicles 11:2

2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραὴλ· καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.

Isaiah 30:33

33 Σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

Psalms 18:32-50

32 Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· 33 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. 34 Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, 35 καὶ ἔδωκάς με ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. 36 Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. 37 Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν. 38 Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 39 Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπʼ ἐμὲ ὑποκάτω μου. 40 Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. 41 Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. 42 Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. 43 Ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, 44 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, 45 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
46 Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. 47 Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμὲ, 48 ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων· ἀπὸ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. 49 Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. 50 Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Psalms 27:3

3 Ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

1 Samuel 16:14

14 Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαοὺλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου.

1 Samuel 16:16

16 Εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ· καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοὶ, καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε.

1 Samuel 18:10-11

10 Καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ. Καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθʼ ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ. 11 Καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε· πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς.}

1 Samuel 18:11

11 Καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε· πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς.}

1 Samuel 19:6

6 Καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν· καὶ ὤμοσε Σαοὺλ λέγων, ζῇ Κύριος, εἰ ἀποθανεῖται.

1 Samuel 20:33

33 Καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν· καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.

Job 5:14-15

14 Ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτὶ, 15 ἀπόλοιντο δὲ ἐν πολέμῳ· ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου.

Psalms 18:17

17 Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.

Psalms 34:19

19 Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.

Psalms 124:7

7 Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.

Proverbs 21:30

30 Οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ.

Isaiah 54:17

17 Πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ, οὐκ εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον· καὶ ἡμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.

Hosea 6:4

4 Τί σοι ποιήσω Ἐφραίμ; τί σοι ποιήσω Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.

Judges 16:2

2 Καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες, ἥκει Σαμψὼν ὧδε· καὶ ἐκύκλωσαν, καὶ ἐνήδρευσαν ἐπʼ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως· καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα, λέγοντες, ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν.

Psalms 59:1-17

1 Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ λύτρωσαί με. 2 Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
3 Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπʼ ἐμὲ κραταιοί· οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου Κύριε· 4 Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε. 5 Καὶ σύ Κύριε ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς τοῦ Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· διάψαλμα. 6 Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.
7 Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; 8 Καὶ σύ Κύριε ἐκγελάσῃ αὐτοὺς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. 9 Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι σύ ὁ Θεὸς, ἀντιλήπτωρ μου εἶ. 10 Ὁ Θεὸς μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με, ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.
11 Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς ὁ ὑπερασπιστής μου Κύριε. 12 Ἁμαρτίαν στόματος αὐτῶν, λόγος χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ, 13 ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι· καὶ γνώσονται ὅτι ὁ Θεὸς τοῦ Ἰακὼβ δεσπόζει τῶν περάτων τῆς γῆς· διάψαλμα. 14 Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. 15 Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν, ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν.
16 Ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τοπρωῒ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. 17 Βοηθός μου, σοὶ ψαλῶ ὁ Θεὸς μου, ἀντιλήπτωρ μου εἶ ὁ Θεός μου, τὸ ἔλεός μου.

Joshua 2:15

15 Καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος,

Genesis 31:19

19 Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.

Judges 17:5

5 Καὶ ὁ οἶκος Μιχαία, αὐτῷ οἶκος Θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θεραφίν· καὶ ἐπλήρωσε τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα.

Judges 18:14

14 Καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν Λαισὰ, καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς, ἔγνωτε ὅτι ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν· καὶ νῦν γνῶτε ὅ, τι ποιήσετε.

Judges 18:17

17 Καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν, καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ὁ ἱερεὺς ἑστώς·

Hosea 3:4

4 Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐδὲ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων.

Joshua 2:5

5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον· οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήψεσθε αὐτούς.

2 Samuel 16:17-19

17 Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσὶ, τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; 18 Καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, αὐτῷ ἔσομαι, καὶ μετὰ αὐτοῦ καθήσομαι· 19 Καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.

2 Samuel 17:20

20 Καὶ ἦλθαν οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν, καὶ εἶπαν, ποῦ Ἀχιμάας καὶ Ἰωνάθαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνὴ, παρῆλθαν μικρὸν τοῦ ὕδατος· καὶ ἐζήτησαν, καὶ οὐχ εὗραν, καὶ ἀνέστρεψαν εἰς Ἱερουσαλήμ.

Job 31:31

31 Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θαράπαιναί μου, τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος·

Psalms 37:12

12 Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπʼ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ.

Proverbs 27:3-4

3 Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. 4 Ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή, ἀλλʼ οὐδὲν ὑφίσταται ζῆλος.

Exodus 1:17-19

17 Ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα. 18 Ἐκάλεσε δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας, καὶ εἶπεν αὐταῖς, τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο, καὶ ἐζωογονεῖτε τὰ ἄρσενα; 19 Εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραῷ, οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Ἑβραῖαι· τίκτουσι γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον.

1 Samuel 19:14

14 Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν.

1 Samuel 22:17

17 Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτὸν, προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου.

1 Samuel 28:12

12 Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαοὺλ, ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ.

2 Samuel 2:22

22 Καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαὴλ, ἀπόστηθι ἀπʼ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ;

1 Kings 21:20

20 Καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοὺ, εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν, εὕρηκα· διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, παροργίσαι αὐτόν.

1 Samuel 7:17

17 Ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Ἀρμαθαὶμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ· καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραὴλ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

1 Samuel 15:34

34 Καὶ ἀπῆλθε Σαμουὴλ εἰς Ἀρμαθαίμ· καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά.

1 Samuel 28:3

3 Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ· καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.

Psalms 116:11

11 Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης.

1 Samuel 22:9-10

9 Καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ, καὶ εἶπεν, ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα. 10 Καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.

1 Samuel 23:19

19 Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν ἐν Μεσσαρὰ, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Ἐχελᾶ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦν;

1 Samuel 26:1

1 Καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν, λέγοντες, ἰδοὺ Δαυὶδ σκεπάζεται μεθʼ ἡμῶν ἐν τῷ βουνῷ τοῦ Ἐχελὰ, κατὰ πρόσωπον τοῦ Ἰεσσεμοῦ.

Proverbs 29:12

12 Βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι.

Numbers 11:25-26

25 Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπʼ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπʼ αὐτοὺς, καὶ ἐπροφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο. 26 Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδὰδ, καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ· καὶ ἐπανεπαύσατο ἐπʼ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.

1 Samuel 10:5-6

5 Καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων· ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα, καὶ τύμπανον, καὶ αὐλὸς, καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες. 6 Καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετʼ αὐτῶν, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.

1 Samuel 10:10

10 Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνὸν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν.

1 Samuel 19:11

11 Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.

Joel 2:28

28 Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται·

2 Kings 1:9-13

9 Καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. 10 Καὶ ἀπεκρίθη Ἠλιού, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον, καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. 11 Καὶ προσέθετο ὁ βασιλεὺς, καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεὺς, ταχέως κατάβηθι. 12 Καὶ ἀπεκρίθη Ἠλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν, εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ, καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. 13 Καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοὺ, καὶ ἐδεήθη αὐτοῦ, καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω ἡ ψυχή μου, καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου.

Proverbs 27:22

22 Ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.

Jeremiah 13:23

23 Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὐποιῆσαι μεμαθηκότες τὰ κακά.

Numbers 23:5

5 Καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ, καὶ εἶπεν, ἐπιστραφεὶς πρὸς Βαλὰκ, οὕτω λαλήσεις.

Numbers 24:2

2 Καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς· καὶ ἐγένετο ἐπ’ αὐτῷ πνεῦμα Θεου.

1 Samuel 19:20

20 Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπʼ αὐτῶν· καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι.

Proverbs 16:9

9 Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.

Proverbs 21:1

1 Ὅσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, οὗ ἐὰν θέλων νεύσαι ἐκεῖ ἔκλινεν αὐτήν.

Numbers 24:4

4 φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ.

1 Samuel 10:10-12

10 Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνὸν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν. 11 Καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης, καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἦ καὶ Σαοὺλ ἐν προφήταις; 12 Καὶ ἀπεκρίθη τις αὐτῶν, καὶ εἶπε, καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολὴν, ἦ καὶ Σαοὺλ ἐν προφήταις;

2 Samuel 6:14

14 Καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.

2 Samuel 6:20

20 Καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ· καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπε, τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ἰσραὴλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων;

Isaiah 20:2

2 τότε ἐλάλησε Κύριος πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς λέγων, πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.

Micah 1:8

8 Ἕνεκεν τούτου κόψεται, καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος, καὶ γυμνὴ ποιήσεται κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων σειρήνων.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.