1 Καὶ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ, οὐχὶ κέκχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ·
1 Samuel 10:1 Cross References - Brenton_Greek
Exodus 19:5-6
Deuteronomy 32:9
9 Καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
Joshua 5:14-15
14 Ὁ δὲ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; 15 16 Καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν, λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφʼ ᾧ νῦν ἕστηκας ἐπʼ αὐτοῦ, ἅγιός ἐστι.
1 Samuel 2:10
10 Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος· μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλʼ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
1 Samuel 8:9
9 Καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς, καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπʼ αὐτούς.
1 Samuel 8:19
19 Καὶ οὐκ ἐβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουὴλ, καὶ εἶπαν αὐτῷ, οὐχί, ἀλλʼ ἢ βασιλεὺς ἔσται ἐφʼ ἡμᾶς.
1 Samuel 9:16
16 ὡς ὁ καιρὸς, αὔριον ἀποστελῶ πρὸς σε ἄνδρα ἐκ γῆς Βενιαμὶν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων, ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρὸς μέ.
1 Samuel 13:14
14 Καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.
1 Samuel 16:13
13 Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ.
1 Samuel 24:6
6 7 Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ, μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπʼ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος.
1 Samuel 26:11
11 Μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθʼ ἑαυτούς.
2 Samuel 5:2
2 Καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφʼ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ· καὶ εἶπε Κύριος πρὸς σὲ, σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
2 Samuel 19:39
39 Καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ, καὶ εὐλόγησεν αὐτὸν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
1 Kings 19:18
18 Καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα ὃ οὐ προσεκύνησεν αὐτῷ.
2 Kings 9:1
1 Καὶ Ἑλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν, καὶ εἶπεν αὐτῷ, ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ.
2 Kings 9:3-6
3 Καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπόν, τάδε λέγει Κύριος, κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς. 4 Καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ῥεμμὼθ Γαλαὰδ.
5 Καὶ εἰσῆλθε· καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε, λόγος μοι πρὸς σὲ ὁ ἄρχων· καὶ εἶπεν Ἰού, πρὸς τίνα, ἐκ πάντων ἡμῶν; καὶ εἶπε, πρὸς σέ, ὁ ἄρχων. 6 Καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραήλ.
5 Καὶ εἰσῆλθε· καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε, λόγος μοι πρὸς σὲ ὁ ἄρχων· καὶ εἶπεν Ἰού, πρὸς τίνα, ἐκ πάντων ἡμῶν; καὶ εἶπε, πρὸς σέ, ὁ ἄρχων. 6 Καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραήλ.
2 Kings 20:5
5 ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε· τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου.
Psalms 2:12
12 Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας· ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ.
Psalms 78:71
71 Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν, ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ.
Psalms 135:4
4 Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.
Jeremiah 10:16
16 Οὐκ ἔστι τοιαύτη μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.
Hosea 13:2
2 Καὶ νῦν προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν, κατʼ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσι, θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασι.