1 Καὶ τοῖς υἱοὺς Ἀαρὼν διαιρέσεις Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
1 Chronicles 24:1 Cross References - Brenton_Greek
Exodus 6:23
23 Ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμειναδὰβ, ἀδελφὴν Ναασσὼν, αὐτῷ γυναῖκα· καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ τὸν Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
Exodus 28:1
1 Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ, ἱερατεύειν μοι Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ, υἱοὺς Ἀαρών.
Leviticus 10:1-6
1 Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ, ἕκαστος τὸ πυρεῖον αὐτοῦ, ἐπέθηκαν ἐπʼ αὐτὸ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς. 2 Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου. 3 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι· καὶ κατενύχθη Ἀαρών. 4 Καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη, καὶ τὸν Ἐλισαφὰν, υἱοὺς Ὀζιήλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρὼν, καὶ εἶπεν αὐτοῖς, προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς. 5 Καὶ προσῆλθον, καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς. 6 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους, τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε, καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαῤῥήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν, πᾶς ὁ οἶκος Ἰσραὴλ, κλαύσονται τὸν ἐμπυρισμὸν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου.
Numbers 3:2
2 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδάβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
Numbers 26:60
60 Καὶ ἐγεννήθησαν τῷ Ἀαρὼν, ὅ, τε Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
1 Chronicles 6:3
3 Καὶ υἱοὶ Ἄμβραμ, Ἀαρὼν, καὶ Μωυσῆς, καὶ Μαριάμ· καὶ υἱοὶ Ἀαρών, Ναδὰβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
1 Chronicles 23:6
6 Καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευί, τῷ Γεδσὼν, Καὰθ, καὶ Μεραρί·