1 Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ, καὶ ξύλα κέδρινα, καὶ οἰκοδόμους· καὶ τέκτονας ξύλων, τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.
1 Chronicles 14:1 Cross References - Brenton_Greek
2 Samuel 5:11-16
11 Καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ, καὶ ξύλα κέδρινα, καὶ τέκτονας ξύλων, καί τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ. 12 Καὶ ἔγνω Δαυὶδ, ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ὅτι ἐπῄρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
13 Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών· καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 14 Καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σαλωμὼν, 15 καὶ Ἐβεὰρ, καὶ Ἐλισουὲ, καὶ Ναφὲκ, καὶ Ἰεφιὲς, 16 καὶ Ἐλισαμὰ, καὶ Ἐλιδαὲ, καὶ Ἐλιφαλὰθ, Σαμαέ, Ἰεσσιβὰθ, Νάθαν, Γαλαμαὰν, Ἰεβαὰρ, Θεησοῦς, Ἐλιφαλὰτ, Ναγὲδ, Ναφὲκ, Ἰωνάθαν, Λεασαμὺς, Βααλιμὰθ, Ἐλιφαάθ.

2 Samuel 7:2
2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.
1 Kings 5:1
1 Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας.
1 Kings 5:6
6 Καὶ νῦν ἔντειλαι, καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας, ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.
1 Kings 5:8-12
8 Καὶ ἀπέστειλε πρὸς Σαλωμὼν, λέγων, ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρὸς μέ· ἐγὼ ποιήσω πᾶν θέλημά σου· ξύλα κέδρινα καὶ πεύκινα 9 οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας, ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρὸς μὲ, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.
10 Καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ. 11 Καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ, καὶ εἴκοσι χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατʼ ἐνιαυτόν. 12 Καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμών καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀναμέσον Χιρὰμ καὶ ἀναμέσον Σαλωμὼν, καὶ διέθεντο διαθήκην ἀναμέσον αὐτῶν.

1 Kings 5:18
18 Καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.
1 Kings 7:1-12
1 Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησε Σαλωμὼν τρισκαίδεκα ἔτεσι· 2 Καὶ ᾠκοδόμησε τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις. 3 Καὶ ἐφάτνωσε τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων· καὶ ὁ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε ὁ στίχος, 4 καὶ μέλαθρα τρία, καὶ χώρα ἐπὶ χώραν τρισσῶς. 5 Καὶ πάντα τὰ θυρώματα, καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι· καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς. 6 Καὶ τὸ αἰλὰμ τῶν στύλων, πεντήκοντα μῆκος, καὶ πεντήκοντα ἐν πλάτει ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν· καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμίν. 7 Καὶ τὸ αἰλὰμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου.
8 Καὶ ὁ οἶκος αὐτῶν ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραώ ἣν ἔλαβε Σαλωμὼν, κατὰ τὸ αἰλὰμ τοῦτο.
9 Πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν· καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην, 10 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι καὶ τοῖς ὀκταπήχεσι· 11 Καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων, καὶ κέδροις. 12 Τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων, καὶ στίχος κεκολαμμένης κέδρου· καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.

1 Chronicles 17:1
1 Καὶ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέῤῥεων.
1 Chronicles 22:2
2 Καὶ εἶπε Δαυὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ, καὶ κατέστησε λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ.
2 Chronicles 2:3
3 Καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ βασιλέα Τύρου, λέγων, ὡς ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου, καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
2 Chronicles 2:8-12
8 Καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασι κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου 9 πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος ὃν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος. 10 Καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα, εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας, καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας, καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας, καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
11 Καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ, καὶ ἀπέστειλε πρὸς Σαλωμὼν, λέγων, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ, ἔδωκέ σε ἐπʼ αὐτοὺς βασιλέα. 12 Καὶ εἶπε Χιρὰμ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκε τῷ Δαυὶδ τῷ βασιλεῖ υἱὸν σοφὸν, καὶ ἐπιστάμενον ἐπιστήμην καὶ σύνεσιν, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ, καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

Ezra 3:7
7 Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι, καὶ βρώματα καὶ ποτὰ, καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ τοῖς Τυρίοις, ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης, κατʼ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπʼ αὐτούς.
Jeremiah 22:13-15
13 Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14 Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ. 15 Μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται, καὶ οὐ πίονται· βέλτιον σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην.