Matthew 5:43 Cross References - BGB

43 Ἠκούσατε ὅτι ἐρρέθη ‘Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.’

Matthew 5:21

21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις ‘Οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.’

Matthew 19:19

19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’”

Matthew 22:39-40

39 δευτέρα ‹δὲ› ὁμοία αὐτῇ ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.”

Mark 12:31-34

31 δευτέρα αὕτη ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’ μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.”32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς “Καλῶς, Διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.”34 Καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ “Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ.” καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

Luke 10:27-29

27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν “‘Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου,’ καὶ ‘Τὸν πλησίον σου ὡς σεαυτόν.’”28 Εἶπεν δὲ αὐτῷ “Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.”29 Ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν “Καὶ τίς ἐστίν μου πλησίον;”

Romans 13:8-10

8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.9 τὸ γάρ “Οὐ μοιχεύσεις,” “Οὐ φονεύσεις,” “Οὐ κλέψεις,” “Οὐκ ἐπιθυμήσεις,” καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.”10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

Galatians 5:13-14

13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.”

James 2:8

8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν,” καλῶς ποιεῖτε·

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.