Romans 13:8-10

BGB(i) 8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. 9 τὸ γάρ “Οὐ μοιχεύσεις,” “Οὐ φονεύσεις,” “Οὐ κλέψεις,” “Οὐκ ἐπιθυμήσεις,” καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.” 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.