Tregelles(i) 13 Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν· ἐφ᾽ ὅσον μὲν [οὖν] εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.