Matthew 12:11-12

Tregelles(i) 11 ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.