Mark 14:50-52

Tregelles(i) 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν· 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν.