Tregelles(i)
7 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, [καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·] 8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν τῷ γὰρ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. 9 τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.