Acts 23:27-29

Tregelles(i) 27 Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὐπ̕ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν· 28 βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι̕ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον [αὐτὸν] εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα.